previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

προηγόρευον Ἀθηναίοις ὅτι δεῖ μελετᾶν τὸν ὑπὲρ τῆς τῶν Ἑλλήνων ἐλευθερίας ἀγῶνα καὶ μὴ λιπεῖν τὴν τοῦ φρονήματος τάξιν, καὶ οὐ τὰ ὅπλα ῥίψαντας οὐδὲ τοῖς φόβοις εἴξαντας, ἀλλ᾽ ἀναλαβόντας τὰ ὅπλα καὶ τῶν φόβων κρείττους γενομένους, μᾶλλον δ᾽ ἕνα τοῦτον φόβον καὶ δεινὸν καὶ ἀφόρητον νομίσαντας εἶξαι τοῖς χείροσι καὶ παραχωρῆσαι τοῦ πατρίου σχήματος, εἰ ταῦτα λέγοντας [p. 228] καὶ οὕτω παρεσκευασμένους ἠξίουν ἀπαντᾶν ἐπὶ τὴν κρίσιν τὴν περὶ τῶν ὅλων καὶ δέχεσθαι τὸ ἐκβησόμενον ὡς ἐπ᾽ ἀμφότερα ὁμοίως κερδανοῦντας, οὐχ ὁρῶ τίνα ταῦτ᾽ ἔχει διακονίαν ἀγεννῆ πῶς ἔοικε τοῖς τοῦ κυβερνήτου λογισμοῖς. ἀλλ᾽ εἰ μὲν τοῦτο λέγεις ὡς τὸν αὐτὸν τρόπον ὥσπερ ἐν νηὶ μέγιστον κυβερνήτης καὶ πρὸς τοῦτον ἅπαντα καὶ τὰ τῶν ναυτῶν καὶ τὰ τῶν ἐμπλεόντων, οὕτω καὶ τότ᾽ εἰς ἐκείνους ἧκε τὰ τῶν Ἑλλήνων πράγματα καὶ ὑπὸ τῆς ἐκείνων γνώμης ἤγετο, εἰ τοῦτο λέγεις καὶ ὅσον παραδείγματι χρῇ τῷ κυβερνήτῃ, ὥσπερ Ὅμηρος τοῖς λέουσι καὶ τοῖς κάπροις καὶ πολλοῖς τοῖς ἄλλοις οὐκ εἰσάπαξ εἰκάζων, ἀλλ᾽ εἰς ὅσον προσήκει τῷ λόγῳ, εἰ κατὰ τοῦτο τὸ μέρος καὶ σὺ μέμνησαι τοῦ κυβερνήτου, δίδωμι καὶ συγχωρῶ: εἰ δ᾽ ἐπὶ πᾶσι τοῖς αὐτοῖς καταχρῇ τῷ λόγῳ καὶ ταὐτὸ δίκαιον ἐπ᾽ ἀμφοτέροις τάττεις, οὐκ οἶδα ὅστις ταῦτα ἀποδέξεται, οἶμαι δὲ οὐδὲ αὐτὸς σὺ σαυτοῦ. δύο, φῂς, ὀβολοὺς λαβὼν δραχμὰς κυβερνήτης ἀπήλλακται. ἀλλ᾽ οὐ Μιλτιάδης δυοῖν ὀβολοῖν οὐδὲ δραχμαῖν, οἶμαι δὲ οὐδὲ πολλῶν χρημάτων ἐν Ἀθηναίοις ταῦτα ἐπολιτεύετο, μᾶλλον δ᾽, εἰ χρὴ τἀληθὲς εἰπεῖν, ἐν ἅπασι τοῖς Ἕλλησιν, ἀλλ᾽ ἄμισθον τὴν ἀρετὴν εἰς τὸ μέσον παρείχετο τῇ Ἑλλάδι, ὥσπερ σὺ φῂς τὸν Σωκράτη τοῖς νέοις. οὐδὲν βελτίους κυβερνήτης ποιεῖ τότε τοὺς ἐμβάντας εἰς τὴν ναῦν. ὑπερεῦ γε, Πλάτων, καίτοι καὶ κυβερνήτης ἴσως βελτίους τοὺς ναύτας τά γε ναυτικὰ ποιεῖ. ἀλλ᾽ ἐῶ τοῦτο. ἔστω μηδένα μηδὲν κυβερνήτης βελτίω ποιῶν, ἀλλὰ Μιλτιάδης καὶ πρὶν εἰς τὸν κίνδυνον ἐμβαίνειν ἅπαντας [p. 229] ἤσκει πρὸς τὸ βέλτιστον, καὶ ἰδιώτας ἐξαγαγὼν ὡς εἰπεῖν


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: