previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

διήμαρτον ὧν ἤλπισάν τε καὶ προὐθυμήθησαν, καὶ δὴ διὰ τοῦθ᾽ ὥσπερ εὐεργέτας αὐτοὺς ἠξίωσεν ἀφεῖναι, οὐδ᾽ ἠμνημόνησε τῶν ἱερῶν τῶν ὑπ᾽ ἐκείνων ὑβρισθέντων, οὐδ᾽ ὧν ἐν οἷς ἠδυνήθησαν ἐπεδείξαντο, ἀλλὰ καὶ τούτων ἀξιῶν αὐτοὺς ὀφείλειν δίκην τὴν ἐσχάτην καὶ ἔτι μειζόνων, , εἰ κατώρθωσαν, δῆλοι πᾶσιν ἦσαν ἐξεργασάμενοι, οὐκ ᾤετο δεῖν τὴν ἡσυχίαν ἄγειν οὐδὲ τοῖς ἄλλοις παραινεῖν, οὐδὲ τοῖς θεοῖς αἰσχρῶς ἔχειν τὴν χάριν, ἀγαπῶντας εἰ σώζονται, ἀλλ᾽ ποιηταὶ καὶ νομοθέται καὶ παροιμίαι καὶ ῥήτορες καὶ πάντες κελεύουσιν, ἀμύνεσθαι τοὺς ὑπάρξαντας, τοῦτο εἰσηγεῖτο καὶ πρὸς τοῦτ᾽ ἦγεν αὐτοὺς, οὐχ ὡς ἄν τις τὸ ἥδιστον, ἀλλ᾽ ὡς ἄν τις τὸ δικαιότατον λέγων. πρὸς δὲ τούτοις καὶ τῆς Ἑλλάδος φυλακὴν ἀληθεστάτην ἡγεῖτο οὐκ εἰ καθείρξας αὐτοὺς οἴκοι παρέχοι καθεύδειν ἀσφαλῶς, ἀλλ᾽ εἰ τοῖς βαρβάροις φόβον ἐμβάλοι μηδὲν ἔτι τοιοῦτον ἐνθυμηθῆναι τοῦ λοιποῦ, καὶ εἰ τῆς Ἑλλάδος αὐτοὺς ἀπώσαιτο ὡς δυνατὸν πορρωτάτω. διὰ ταῦτα εἰς τὴν ἐκείνων ἐξῆγε τὸν πόλεμον καὶ περιέπλει μὲν Κύπρον, παρέπλει δὲ Παμφυλίαν, ἐναυμάχει δὲ Φοίνιξι καὶ Κυπρίοις [p. 209] καὶ οἷστισι προσμίξαιεν αὐτῶν. ἐπὶ δὲ Εὐρυμέδοντι ποταμῷ ναυμαχίας καὶ πεζομαχίας μνημεῖα ἔστησεν ἀμφότερα ἡμέρᾳ μιᾷ νικῶν. ὥστε τοῖς προτέροις ἔργοις ἐκπεπληγμένων τῶν ποιητῶν τοῖς ὅτ᾽ ἐπῄεσαν οἱ βάρβαροι πραχθεῖσιν, ὅμως τις ὕμνησεν αὐτῶν εἰς ταῦτα ὕστερον, οὐ πάντα, ἀλλὰ μιᾶς τινος ἡμέρας ἔργα:
ἐξ οὗτ᾽ Εὐρώπην Ἀσίας δίχα πόντος ἔκρινε
καὶ πόλιας θνητῶν θοῦρος Ἄρης ἐφέπει,
οὐδενί πω κάλλιον ἐπιχθονίων γένετ᾽ ἀνδρῶν
ἔργον ἐν ἠπείρῳ καὶ κατὰ πόντον ὁμοῦ.
οἵδε γὰρ ἐν γαίῃ Μήδων πολλοὺς ὀλέσαντες
Φοινίκων ἑκατὸν ναῦς ἕλον ἐν πελάγει
ἀνδρῶν πληθούσας, μέγα δ᾽ ἔστενεν Ἀσὶς ὑπ᾽ αὐτῶν


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: