previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

μέλει τῆς σῆς ἀξίας, ἄλλως τε κἂν προφάσεως εὐπροσώπου λάβωνται, ὡς ὑπὲρ ἀνδρῶν οὐδ᾽ αὐτῶν φαύλων οὐδ᾽ ἀξίων κακῶς ἀκούειν ἀμύνονται. ἐπεὶ ὅτι γε ᾔδειν καὶ περὶ τούτων λέγειν, ὡς οὐδὲ τούτοις ἔνοχος Περικλῆς, σιωπῆσαι χαλεπώτερον πειρωμένῳ δεικνύειν εὑρεῖν τι χρὴ λέγειν.

πρῶτον μὲν οὖν ὡς οὐ λάλους ἐποίησε μέγιστον, οἶμαι, κἀνταῦθα σημεῖον τὸ μὴ ἐπὶ τῶν ἐκείνου χρόνων γενέσθαι τῇ πόλει τὴν διαβολὴν ταύτην, ἀλλ᾽ ὕστερον ἡνίκα τὸν μὲν ἤδη λαμπρῶς ἐπόθουν, τοὺς δὲ παρόντας πλείω λαλοῦντας φρονοῦντας εὕρισκον καὶ οὐδαμῶς τὸ τοῦ Περικλέους ἀγαθὸν σώζοντας. ὥστ᾽ ἐξ αὐτῶν ὧν τοὺς ὕστερον ᾐτιάσαντο καὶ ὧν ὑπὸ τῶν μετ᾽ ἐκεῖνον διεβλήθησαν τά γ᾽ ἐκείνου σεμνύνεται. ὥσπερ γὰρ ἰατροῦ χρηστοῦ τελευτήσαντος καὶ κατὰ πολλὴν τὴν ἄδειαν ἤδη διαιτωμένων ὕστερον νόσος ἐπελθεῖν ἴσχυσεν. ὥστ᾽ ἔκ γε τῶν εἰκότων οὐκ ἀφεῖσθαι μόνον τῆς αἰτίας, ἀλλὰ καὶ κατ᾽ αὐτὸ τοῦτο μειζόνως εὐδοκιμεῖν αὐτῷ προσῆκεν ἀντὶ τοῦ μέχρι τούτου τοῦ χρόνου, ὥσπερ Διοτίμα δέκα ἔτη τῆς νόσου δυνηθεῖσα ἀναβαλέσθαι τῇ πόλει εἰς [p. 171]εὐεργεσίας μέρος, οἶμαι, κατέθετο καὶ οὐδεὶς ἐκείνην αἰτιᾶται τῶν ὕστερον συμβάντων, ἀλλὰ τοῦ μὲν μὴ πρότερον συμβῆναι πάντες ἂν εἰκότως, τοῦ δὲ ὅλως οὐδείς. οὐ γὰρ ἐκείνη ταῦτα ἐποίησεν, ἀλλ᾽ εἰς ὅσον ἐξῆν ἐκώλυσεν: ὥστ᾽ οὐδ᾽ ἂν συμβεβηκὸς εἴη τὴν ἀρχὴν τό γε ἐκείνης μέρος. σὺ δὲ Μαντινικὴν μὲν ξένην καὶ Μιλησίαν ἐπίστασαι κοσμεῖν καὶ οὕστινας ἄν σοι δοκῇ πάνυ ῥᾳδίως μεγάλων ἠξίωσας, τῶν δὲ Ἑλλήνων τοὺς ἄκρους καὶ παρὰ πᾶσι βεβοημένους ἐν φαύλῳ καθαιρεῖς, οὐδὲν διαφερόντως εἴ τίς τινα τῶν μαγείρων ὡς ἀληθῶς, καὶ ἄλλο τι τῶν τυχόντων ἀνδραπόδων. αἴτιον δὲ οὐ τὸ ἀγνοεῖν τὴν ἀξίαν,


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: