previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


τὰ τεταρτημόρια νοουμένη, καθ̓ ἣν τηρεῖν, ὡς ἔφαμεν, δεήσει τὰς γινομένας ἔγγιστα πρὸ τῶν τροπικῶν καὶ ἰσημερινῶν σημείων συνόδους καὶ πανσελήνους, καὶ κατὰ τὴν μοῖραν ἤτοι συνοδικὴν πανσεληνιακὴν τὴν ἐν ἑκάστῳ τῶν ἐπιζητουμένων κλιμάτων τὰ κέντρα ὡς ἐπὶ γενέσεως διατιθέναι: ἔπειτα τοὺς οἰκοδεσπότας λαμβάνειν τοῦ τε συνοδικοῦ πανσεληνιακοῦ τόπου καὶ τοῦ ἑπομένου αὐτῷ κέντρου κατὰ τὸν ὑποδεδειγμένον ἡμῖν τρόπον ἐν τοῖς ἔμπροσθεν περὶ τῶν ἐκλείψεων, καὶ οὕτως τὸ μὲν καθ̓ ὅλου θεωρεῖν ἐκ τῆς τῶν τεταρτημορίων [p. 208] ἰδιότητος, τὸ δὲ μᾶλλον ἧττον ἐπιτάσεων καὶ ἀνέσεων ἐκ τῆς τῶν οἰκοδεσποτησάντων φύσεως διαλαμβάνοντας ποίας τε ποιότητός εἰσι καὶ ποίων καταστημάτων κινητικοί. Δευτέρα δ̓ ἐστὶν ἔφοδος μηνιαία, καθ̓ ἣν δεήσει τὰς καθ̓ ἕκαστον δωδεκατημόριον προσγινομένας συνόδους πανσελήνους κατὰ τὸν αὐτὸν τρόπον ἐπισκοπεῖν, ἐκεῖνο μόνον τηροῦντας, ἵνα συνόδου μὲν ἐμπεσούσης τῆς ἔγγιστα τοῦ παρῳχημένου τροπικοῦ ἰσημερινοῦ σημείου καὶ ταῖς μέχρι τοῦ ἐφεξῆς τεταρτημορίου συνόδοις χρησώμεθα, πανσελήνου δὲ πανσελήνοις: ἐπισκοπεῖν δὲ ὁμοίως τὰ κέντρα καὶ τοὺς οἰκοδεσπότας ἀμφοτέρων τῶν τόπων καὶ μάλιστα τὰς ἔγγιστα φάσεις συναφάς

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: