previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


εὐκινήτους μὲν καὶ ἐπιθυμητικούς, ἐγκρατεῖς δὲ καὶ ἀντιληπτικοὺς καὶ τὸ αἰσχρὸν φυλαττομένους: μετὰ μόνης δ̓ Ἀφροδίτης καὶ τοῦ Διὸς σὺν αὐτῇ τυχόντος, ἀπόντος τοῦ τοῦ Κρόνου, λάγνους καὶ ῥαθύμους καὶ πανταχόθεν ἑαυτοῖς τὰς ἡδονὰς ποριζομένους. κἂν μὲν ἑσπέριος τῶν ἀστέρων, δὲ ἑῷος, καὶ πρὸς ἄρρενας καὶ πρὸς θηλείας οἰκείως ἔχοντας, οὐχ ὑπερπαθῶς μέντοιγε πρὸς οὐδέτερα τὰ πρόσωπα: ἐὰν δ̓ ἀμφότεροι ἑσπέριοι, πρὸς τὰ θηλυκὰ μόνα καταφερεῖς: θηλυκῶν δ̓ ὄντων τῶν ζῳδίων, καὶ αὐτοὺς διατιθεμένους: ἐὰν δ̓ ἀμφότεροι ἑῷοι, πρὸς τὰ παιδικὰ μόνα νοσηματώδεις: ἀρρενικῶν δ̓ ὄντων τῶν ζῳδίων, καὶ πρὸς πᾶσαν ἀρρένων ἡλικίαν. κἂν μὲν τῆς Ἀφροδίτης δυτικώτερος , ταπειναῖς δούλαις [p. 406] ἀλλοφύλοις συνερχομένους: ἐὰν δὲ τοῦ Ἄρεως, ὑπερεχούσαις ὑπάνδροις δεσποίναις. Ἐπὶ δὲ τῶν γυναικῶν τὸν τῆς Ἀφροδίτης ἐπισκεπτέον. συσχηματιζόμενος γὰρ τῷ τοῦ Διὸς καὶ τῷ τοῦ Ἑρμοῦ, σώφρονας καὶ καθαρίους ποιεῖ περὶ τὰ ἀφροδίσια: καὶ τοῦ τοῦ Κρόνου δὲ ἀπόντος, τῷ τοῦ Ἑρμοῦ συνοικειωθείς, κεκινημένας μὲν καὶ ὀρεκτικάς, εὐλαβεῖς δὲ καὶ ὀκνηρὰς τὰ πολλὰ καὶ τὸ αἰσχρὸν φυλαττομένας. Ἄρει δὲ μόνῳ μὲν συνὼν καὶ συσχηματισθεὶς τῆς Ἀφροδίτης ποιεῖ λάγνους καὶ καταφερεῖς καὶ μᾶλλον ῥαθύμους: ἐὰν δὲ καὶ τοῦ Διὸς αὐτοῖς

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: