previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


τῶν μὲν συμμεσουρανήσεων νη, τῶν δὲ συγκαταδύσεων ο. ἔπειτα μαθόντες, ὡς προκεῖται, πόσας καιρικὰς ὥρας ἀπέχει τὸ προηγούμενον τμῆμα ὁποτέρου τῶν κέντρων, ὅσον ἂν ὦσι μέρος αὗται τῶν τοῦ τε τεταρτημορίου καιρικῶν ὡρῶν ἕξ, τοσοῦτον μέρος τῆς ἀμφοτέρων τῶν συναγωγῶν ὑπεροχῆς προσθήσομεν ἀφελοῦμεν τῶν συγκρινομένων κέντρων: οἷον ἐπεὶ τῶν προκειμένων ο καὶ νη ὑπεροχή ἐστι χρόνων ιβ, ὑπέκειτο δὲ τὰς ἴσας καιρικὰς ὥρας γ προηγούμενος τόπος ἑκατέρου τῶν κέντρων ἀπέχων, αἵ εἰσι τῶν ἓξ ὡρῶν ἥμισυ μέρος, λαβόντες καὶ τῶν ιβ τὸ ἥμισυ καὶ ἤτοι τοῖς νη προσθέντες τῶν ο ἀφελόντες, εὑρήσομεν τὴν ἐπιβολὴν χρόνων ξδ. εἰ δέ γε δύο καιρικὰς ὥρας ἀπεῖχεν ὁπότερον τῶν κέντρων, αἵ εἰσι τῶν ς ὡρῶν τρίτον μέρος, τὸ τρίτον πάλιν τῶν τῆς ὑπεροχῆς ιβ χρόνων, τουτέστι τοὺς δ, εἰ μὲν τῶν δύο ὡρῶν ἀποχὴ ἀπὸ τοῦ μεσουρανήματος [p. 304] ὑπέκειτο, προσεθήκαμεν ἂν τοῖς νη χρόνοις: εἰ δ̓ ἀπὸ τοῦ δύνοντος, ἀφείλομεν ἂν ἀπὸ τῶν ο. μὲν οὖν τρόπος τῆς τῶν χρονικῶν διαστάσεων ποσότητος οὕτως ἡμῖν κατὰ τὸ ἀκόλουθον ὀφείλει λαμβάνεσθαι. διακρινοῦμεν δὲ λοιπὸν ἐφ̓ ἑκάστης τῶν προειρημένων ὑπαντήσεων καταδύσεων, κατὰ τὴν ἀπὸ τῶν ὀλιγοχρονιωτέρων τάξιν, τάς τε ἀναιρετικὰς

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: