previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



Περὶ τριγώνων δὲ πρὸς τὰ τρίγωνα συνοικείωσις τοιαύτη τις οὖσα τυγχάνει. ἐπειδὴ γὰρ τὸ τρίγωνον καὶ ἰσόπλευρον σχῆμα συμφωνότατόν ἐστιν ἑαυτῷ καὶ ζωδιακὸς ὑπὸ τριῶν κύκλων ὁρίζεται, τοῦ τε ἰσημερινοῦ καὶ τῶν δύο τροπικῶν, διαιρεῖται δὲ τὰ ιβ αὐτοῦ μέρη εἰς τρίγωνα ἰσόπλευρα δ, τὸ μὲν πρῶτον, ἐστι διά τε τοῦ Κριοῦ καὶ τοῦ Λέοντος καὶ τοῦ Τοξότου, ἐκ τριῶν ἀρρενικῶν ζῳδίων συγκείμενον, καὶ οἴκους ἔχον ἡλίου τε καὶ Ἄρεως καὶ Διός, ἐδόθη τῷ ἡλίῳ καὶ Διὶ παρὰ τὴν αἵρεσιν τὴν ἡλιακὴν ὄντος τοῦ Ἄρεως. λαμβάνει δὲ αὐτοῦ τὴν πρώτην οἰκοδεσποτίαν ἡμέρας μὲν ἥλιος, νυκτὸς δὲ τοῦ Διός, καὶ ἔστιν μὲν Κριὸς μᾶλλον πρὸς τῷ ἰσημερινῷ, δὲ Λέων μᾶλλον [p. 84] πρὸς τῷ θερινῷ, δὲ Τοξότης πρὸς τῷ χειμερινῷ. γίνεται δὲ καὶ προηγουμένως μὲν τοῦτο τὸ τρίγωνον βόρειον, διὰ τὴν τοῦ Διὸς συνοικοδεσποτίαν, ἐπειδήπερ οὗτος γόνιμός τέ ἐστι καὶ πνευματώδης οἰκείως τοῖς ἀπὸ τῶν ἄρκτων ἀνέμοις. διὰ δὲ τὸν τοῦ Ἄρεως οἶκον λαμβάνει μῖξιν τοῦ λιβὸς καὶ συνίσταται βορρολιβυκόν, ἐπειδήπερ τοῦ Ἄρεως τοιούτων ἐστὶ πνευμάτων ποιητικός, διά τε τὴν τῆς σελήνης αἵρεσιν καὶ τὸ τῶν δυσμῶν τεθηλυσμένον. Τό τε δεύτερον τρίγωνον, ἐστι διά τε τοῦ Ταύρου καὶ Παρθένου καὶ Αἰγόκερω, συγκείμενον ἐκ τριῶν θηλυκῶν, ἀκολούθως ἐδόθη σελήνῃ τε καὶ Ἀφροδίτῃ, οἰκοδεσποτούσης αὐτοῦ νυκτὸς μὲν

hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: