previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


τὰ δὲ τῆς τῶν ἐπικρατησάντων καθυπερτερησάντων [p. 338] ἰσχυρά τε καὶ ἐπιβλαβῆ τῶν ὑποκειμένων, ὡς ὅταν οἵ τε διὰ κακοποιῶν οἰκείωσιν ἄδικοι καὶ πονηροί, κρατούντων μὲν αὐτῶν, εὐπροχώρητον καὶ ἀνεμποδίστον καὶ ἀκίνδυνον καὶ ἐπίδοξον ἔχουσι τὴν πρὸς τὸ κακῶς ἀλλήλους ποιεῖν ὁρμήν: κρατουμένων δὲ ὑπὸ τῆς ἐναντίας αἱρέσεως, κατάφοροι καὶ ἀνεπίτευκτοι καὶ εὐτιμώρητοι γίνονται. οἱ δ̓ αὖ πάλιν διὰ τὴν τῶν ἀγαθοποιούντων πρὸς τοὺς εἰρημένους ὅρους συνοικείωσιν ἀγαθοὶ καὶ δίκαιοι, ἀκαθυπερτερήτων μὲν ὄντων, αὐτοί τε χαίρουσι καὶ εὐφημοῦνται ἐπὶ ταῖς τῶν ἄλλων εὐποιΐαις καὶ ὑπὸ μηδενὸς ἀδικούμενοι ἀλλ̓ ὀνησιφόρον ἔχοντες τὴν δικαιοσύνην διατελοῦσι: κρατουμένων δὲ ὑπὸ τῶν ἐναντίων ἀνάπαλιν, δἰ αὐτὸ τὸ πρᾶον καὶ φιλάνθρωπον καὶ ἐλεητικὸν καὶ εὐκαταφρόνητοί τε καὶ ἐπίμεμπτοι καὶ ὑπὸ τῶν πλείστων εὐαδίκητοι τυγχάνουσιν. μὲν οὖν καθ̓ ὅλου τρόπος τῆς ἠθικῆς ἐπισκέψεως τοιοῦτός τις ἂν εἴη: τὰς δὲ κατὰ μέρος ἀπ̓ αὐτῆς τῆς τῶν ἀστέρων φύσεως κατὰ τὴν τοιαύτην κυρίαν ἀποτελουμένας ἰδιοτροπίας ἑξῆς κατὰ τὸ κεφαλαιῶδες ἐπεξελευσόμεθα μέχρι τῆς καθ̓ ὁλοσχέρειαν θεωρουμένης συγκράσεως. μὲν οὖν τοῦ Κρόνου ἀστὴρ μόνος τὴν οἰκοδεσποτίαν τῆς ψυχῆς λαβὼν καὶ αὐθεντήσας τοῦ τε Ἑρμοῦ [p. 340]

hide References (6 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: