previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Αἰγαίου πελάγους καὶ Πόντου καὶ τῆς Μαιώτιδος λίμνης, ὑφ̓ ὧν χωρίζεται τό τε ἀπηλιωτικὸν καὶ τὸ λιβυκὸν μέρος, γίνεται τεταρτημόρια τέτταρα, σύμφωνα τῇ θέσει τῶν τριγώνων: ἓν μὲν πρὸς βορρολίβα τῆς ὅλης οἰκουμένης κείμενον, τὸ κατὰ τὴν Κελτογαλατίαν, δὴ κοινῶς Εὐρώπην καλοῦμεν: τούτῳ δὲ ἀντικείμενον καὶ πρὸς τὸν νοταπηλιώτην τὸ κατὰ τὴν ἑῴαν Αἰθιοπίαν, δὴ τῆς μεγάλης Ἀσίας νότιον μέρος ἂν καλοῖτο: καὶ πάλιν τὸ μὲν πρὸς βορραπηλιώτην τῆς ὅλης οἰκουμένης τὸ κατὰ τὴν Σκυθίαν, δὴ καὶ αὐτὸ βόρειον μέρος τῆς μεγάλης Ἀσίας γίνεται: τὸ δὲ ἀντικείμενον τούτῳ καὶ πρὸς λιβόνοτον ἄνεμον τὸ κατὰ τὴν ἑσπερίαν Αἰθιοπίαν, δὴ κοινῶς Λιβύην καλοῦμεν. Πάλιν δὲ καὶ ἑκάστου τῶν προκειμένων τεταρτημορίων τὰ μὲν πρὸς τὸ μέσον μᾶλλον ἐσχηματισμένα τῆς ὅλης οἰκουμένης τὴν ἐναντίαν λαμβάνει θέσιν πρὸς αὐτὸ τὸ περιέχον τεταρτημορίον, ὥσπερ ἐκεῖνο πρὸς ὅλην τὴν οἰκουμένην, τοῦ τε κατὰ τὴν Εὐρώπην πρὸς βορρολίβα κειμένου τῆς ὅλης οἰκουμένης τὰ περὶ τὸ μέσον αὐτοῦ καὶ ἀντιγώνια πρὸς νοταπηλιώτην τοῦ αὐτοῦ τεταρτημορίου τὴν θέσιν ἔχοντα φαίνεται. καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως, ὡς [p. 132] ἐκ τούτων ἕκαστον τῶν τεταρτημορίων δυσὶ τοῖς ἀντικειμένοις τριγώνοις συνοικειοῦσθαι: τῶν μὲν

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: