previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


οἱ μὲν οὕτως, οἱ δὲ οὕτω τὴν τοῦ περιέχοντος κατάστασιν ἐπὶ τὸ μᾶλλον ἧττον συντρέποντες φαίνονται. δὲ τοῦ Ἄρεως ξηραίνειν μάλιστα καὶ καυσοῦν ἔχει φύσιν, τῷ τε πυρώδει τοῦ χρώματος οἰκείως καὶ τῇ πρὸς τὸν ἥλιον ἐγγύτητι, ὑποκειμένης αὐτῷ τῆς ἡλιακῆς σφαίρας. δὲ τοῦ Διὸς εὔκρατον ἔχει τὸ ποιητικὸν τῆς δυνάμεως, μεταξὺ γινομένης τῆς κινήσεως αὐτοῦ τοῦ τε κατὰ τὸν Κρόνον ψυκτικοῦ καὶ τοῦ κατὰ τὸν Ἄρην καυστικοῦ. θερμαίνει τε γὰρ ἅμα καὶ ὑγραίνει, καὶ διὰ τὸ μᾶλλον εἶναι θερμαντικός, ὑπὸ τῶν ὑποκειμένων σφαιρῶν, γονίμων πνευμάτων γίνεται ποιητικός. Καὶ τῆς Ἀφροδίτης δὲ τῶν μὲν αὐτῶν ἐστι κατὰ τὸ εὔκρατον ποιητικός, ἀλλὰ κατὰ τὸ ἐναντίον. θερμαίνει μὲν γὰρ ἠρέμα διὰ τὴν ἐγγύτητα τὴν πρὸς τὸν ἥλιον: μάλιστα δὲ ὑγραίνει καθάπερ σελήνη καὶ αὐτὸς διὰ τὸ μέγεθος τῶν ἰδίων φωτῶν, νοσφιζόμενος τὴν ἀπὸ τῶν περιεχόντων τὴν γῆν ὑγρῶν ἀναθυμίασιν. [p. 38] δὲ τοῦ Ἑρμοῦ ὡς ἐπὶ πᾶν ἐξ ἴσου ποτὲ μὲν ξηραντικὸς καταλαμβάνεται καὶ τῶν ὑγρῶν ἀναπωτικός, διὰ τὸ μηδέποτε πολὺ τῆς τοῦ ἡλίου θερμασίας κατὰ μῆκος ἀφίστασθαι, ποτὲ δ̓ αὖ ὑγραντικός, διὰ τὸ τῇ περιγειοτάτῃ σφαίρᾳ τῆς σελήνης ἐπικεῖσθαι, ταχείας δὲ ποιεῖσθαι τὰς ἐν ἀμφοτέροις

hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: