previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


λόγου πραγματείας, λέγομεν ἀρχὴν τὴν κατὰ μέρος λαβόντες κατὰ τὴν οἰκείαν τάξιν περί τε τῆς μορφῆς καὶ τῆς σωματικῆς διατυπώσεως, ἐπειδὴ καὶ τὰ τοῦ σώματος τῶν τῆς ψυχῆς προτυποῦται κατὰ φύσιν, τοῦ μὲν σώματος διὰ τὸ ὑλικώτερον συγγεννωμένας ἔχοντος σχεδὸν τὰς τῶν ἰδιοσυγκράσεων φαντασίας, τῆς δὲ ψυχῆς μετὰ ταῦτα καὶ κατὰ μικρὸν τὰς ἀπὸ τῆς πρώτης αἰτίας ἐπιτηδειότητας ἀναδεικνυούσης, τῶν δ̓ ἐκτὸς ἔτι μᾶλλον ὕστερον κατὰ τὸν ἐφεξῆς χρόνον ἐπισυμπιπτόντων. Παρατηρητέον οὖν καθ̓ ὅλου μὲν τὸν ἀνατολικὸν ὁρίζοντα καὶ τοὺς ἐπόντας τοὺς τὴν οἰκοδεσποτίαν αὐτοῦ λαμβάνοντας τῶν πλανωμένων καθ̓ ὃν εἰρήκαμεν τρόπον, ἐπὶ μέρους δὲ καὶ τὴν σελήνην ὡσαύτως. διὰ γὰρ τῆς τῶν τόπων τούτων ἀμφοτέρων καὶ τῆς τῶν οἰκοδεσποτησάντων διαμορφωτικῆς φύσεως καὶ τῆς καθ̓ ἑκάτερον εἶδος συγκράσεως [p. 308] καὶ ἔτι τῆς τῶν συνανατελλόντων αὐτοῖς ἀπλανῶν ἀστέρων σχηματογραφίας τὰ περὶ τὰς διατυπώσεις τῶν σωμάτων θεωρεῖται, πρωτευόντων μὲν τῇ δυνάμει τῶν τὴν οἰκοδεσποτίαν ἐχόντων ἀστέρων, ἐπισυνεργούσης δὲ καὶ τῆς τῶν τόπων αὐτῶν ἰδιοτροπίας. Τὸ μέντοι καθ̓ ἕκαστον, καὶ ὡς ἄν τις ἁπλῶς οὕτως ἀποδοίη, τοῦτον ἔχει τὸν τρόπον. πρῶτον γὰρ ἐπὶ τῶν ἀστέρων μὲν τοῦ Κρόνου ἀνατολικὸς

hide References (6 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: