previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


καὶ ἐπιβλαβεῖς καὶ ἐπικινδύνους καὶ δυσανακομίστους, τῆς συγκρατικῆς ἐπισκέψεως πανταχῆ συμπαραλαμβανομένης κατ̓ ἐπικράτησιν τῶν τοῖς [p. 424] αὐτοῖς τόποις συσχηματιζομένων, καθάπερ ἐν τοῖς πρώτοις διωρισάμεθα. Ὡς ἐπὶ πᾶν δὲ ἐν μὲν τοῖς τῶν ἑῴων τεταρτημορίων ἀποκλίμασιν ἐκπεσόντων τῶν φωτῶν, εἰς τὰ πρὸς ἀνατολὰς καὶ μεσημβρίαν μέρη τῶν οἰκήσεων τὰς ἀποδημίας γίνεσθαι συμβαίνει: ἐν δὲ τοῖς τῶν λιβυκῶν καὶ ἐν αὐτῷ τῷ δύνοντι, εἰς τὰ πρὸς ἄρκτους καὶ δυσμάς. κἂν μὲν μονοειδῆ τύχῃ τὰ τὴν ξενιτείαν ποιήσαντα ζῴδια, ἤτοι αὐτὰ οἱ οἰκοδεσποτήσαντες αὐτῶν ἄστερες, διὰ μακροῦ καὶ κατὰ καιροὺς ποιήσονται τὰς ἀποδημίας: ἐὰν δὲ δίσωμα δίμορφα, συνεχῶς καὶ ἐπὶ πλεῖστον χρόνον. Ζεὺς μὲν οὖν καὶ Ἄφροδίτη κύριοι γενόμενοι τῶν τὴν ξενιτείαν ποιούντων τόπων καὶ φωτῶν οὐ μόνον ἀκινδύνους ἀλλὰ καὶ θυμήρεις ποιοῦσι τὰς ὁδοιπορίας: ἤτοι γὰρ ὑπὸ τῶν προεστώτων ἐν ταῖς χώραις διὰ φίλων ἀφορμὰς παραπέμπονται, συνεργούσης αὐτοῖς τῆς τε τῶν καταστημάτων εὐαερίας καὶ τῆς τῶν ἐπιτηδείων ἀφθονίας: προσγενομένου δὲ αὐτοῖς καὶ τοῦ τοῦ Ἑρμοῦ πολλάκις καὶ δἰ αὐτῆς τῆς εἰρημένης συντυχίας ὠφέλειαι καὶ προκοπαὶ καὶ δωρεαὶ καὶ τιμαὶ προσγίνονται. Κρόνος δὲ καὶ Ἄρης ἐπιλαβόντες τὰ φῶτα, κἂν

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: