previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


προτέροις μὲν τοῖς ἑῴοις μᾶλλον, ὑστέροις δὲ τοῖς ἑσπερίοις. ἀπ̓ ἀρχῆς μὲν γὰρ ἀνάγκη συνοικειωθῆναι τῷ ζητουμένῳ τόπῳ τὸν μέλλοντά τι περὶ αὐτὸν ἀπεργάζεσθαι τῶν ἀστέρων, καὶ τούτου μὴ συμβεβηκότος οὐδὲν οἷόν τε καθ̓ ὅλου διαθεῖναι μέγα τὸν μηδ̓ ὅλως τῆς ἀρχῆς κοινωνήσαντα, τοῦ μέντοι χρόνου τῆς κατὰ τὸ ἀποτελούμενον ἐκβάσεως οὐκέτι τὸ τῆς πρώτης δεσποτίας αἴτιον, ἀλλ̓ τοῦ κυριεύσαντός πως πρός τε τὸν ἥλιον καὶ τὰς τοῦ κόσμου γωνίας διάστασις.


Περι ἀδελφῶν μὲν οὖν περὶ γονέων τόπος σχεδὸν καὶ ἀπὸ τούτων ἂν ἡμῖν γένοιτο καταφανής: δὲ περὶ ἀδελφῶν, εἴ τις κἀνταῦθα τὸ καθ̓ ὅλου μόνον ἐξετάζοι καὶ μὴ πέρα τοῦ δυνατοῦ τόν τε ἀριθμὸν ἀκριβῶς καὶ κατὰ μέρος ἐπιζητοίη, λαμβάνοιτ̓ ἂν φυσικώτερον τε περὶ ὁμομητρίων μόνον καὶ ἀπὸ τοῦ μεσουρανοῦντος δωδεκατημορίου τοῦ μητρικοῦ τόπου, τουτέστι τοῦ περιέχοντος ἡμέρας μὲν τὸν τῆς Ἀφροδίτης, νυκτὸς δὲ τὴν σελήνην,ἐπειδήπερ [p. 252] τοῦτο τὸ ζῴδιον καὶ τὸ ἐπαναφερόμενον αὐτῷ γίνεται τῆς μητρὸς περὶ τέκνων τόπος, αὐτὸς ὀφείλων εἶναι τῷ τοῦ γεννωμένου περὶ ἀδελφῶν. ἐὰν μὲν οὖν ἀγαθοποιοὶ τῷ τόπῳ συσχηματίζωνται, δαψίλειαν ἀδελφῶν ἐροῦμεν, πρός τε τὸ πλῆθος

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: