Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Περὶ συναφειῶν καὶ ἀπορροιῶν καὶ τῶν ἄλλων δυνάμεων Καὶ καθ̓ ὅλου δὲ συνάπτειν μὲν λέγονται τοῖς ἑπομένοις οἱ προηγούμενοι, ἀπερρυηκέναι δὲ οἱ ἑπόμενοι τῶν προηγουμένων, ἐφ̓ ὅσον ἂν μὴ μακρὸν ᾖ τὸ μεταξὺ αὐτῶν διάστημα. παραλαμβάνεται δὲ [p. 114] τὸ τοιοῦτον ἐάν τε σωματικῶς ἐάν τε καὶ κατά τινα τῶν παραδεδομένων σχηματισμῶν συμβαίνῃ, πλὴν ὅτι γε πρὸς μὲν τὰς δἰ αὐτῶν τῶν σωμάτων συναφὰς καὶ ἀπορροίας καὶ τὰ πλάτη παρατηρεῖν αὐτῶν χρήσιμον εἰς τὸ μόνας τὰς ἐπὶ τὰ αὐτὰ μέρη τοῦ διὰ μέσων εὑρισκομένας παρόδους παραδέχεσθαι. πρὸς δὲ τὰς διὰ τῶν συσχηματισμῶν περιττόν ἐστι τὸ τοιοῦτον, πασῶν ἀεὶ τῶν ἀκτίνων ἐπὶ ταὐτά, τουτέστιν ἐπὶ τὸ κέντρον τῆς γῆς, φερομένων καὶ ὁμοίως πανταχόθεν συμβαλλουσῶν.