previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἐὰν δὲ καὶ μεσουρανῶσιν ἀντιμεσουρανῶσιν, ἀπὸ ὕψους κατακρημνιζομένους. δὲ τοῦ Ἄρεως τῷ ἡλίῳ παῤ αἵρεσιν τῇ σελήνῃ τετράγωνος διάμετρος σταθεὶς ἐν μὲν τοῖς ἀνθρωποείδεσι ζῳδίοις ἐν στάσεσιν ἐμφυλίοις ὑπὸ πολεμίων ποιεῖ σφαζομένους αὐτόχειρας ἑαυτῶν γινομένους, διὰ γυναῖκας δὲ καὶ γυναικῶν φονέας, ἐπὰν καὶ τῆς Ἀφροδίτης αὐτοῖς μαρτυρήσῃ: κἂν τοῦ Ἑρμοῦ δὲ τούτοις συσχηματισθῇ, ὑπὸ πειρατῶν ληστηρίων κακουργῶν ἀπολλυμένους: ἐπὶ δὲ τῶν μελοκοπουμένων καὶ ἀτελῶν ζῳδίων κατὰ τὸ γοργόνιον τοῦ Περσέως, ἀποκεφαλιζομένους μελοκοπουμένους: ἐν δὲ Σκορπίῳ καὶ Ταύρῳ καύσεσιν τομαῖς ἀποτομαῖς ἰατρῶν σπασμοῖς ἀποθνήσκοντας: ἐπὶ δὲ τοῦ μεσουρανήματος ἀντιμεσουρανήματος, σταυροῖς ἀνορθουμένους, καὶ μάλιστα περὶ τὸν Κηφέα καὶ τὴν Ἀνδρομέδαν: ἐπὶ δὲ τοῦ δύνοντος ἀνθωροσκοποῦντος, ζῶντας καιομένους: ἐν δὲ τοῖς τετράποσιν, ἀπὸ συμπτώσεων καὶ συνθραύσεων καὶ συμπτωμάτων ἀποθνήσκοντας. τοῦ δὲ τοῦ Διὸς καὶ τούτῳ μαρτυρήσαντος καὶ συγκακωθέντος [p. 436] ἐπισήμοις πάλιν ἀπόλλυνται κατακρίσεσι καὶ χόλοις ἡγεμόνων βασιλέων. Συγγενόμενοι δὲ ἀλλήλοις οἱ κακοποιοὶ καὶ οὕτω διαμηκίσαντες ἐπί τινος τῶν εἰρημένων αἰτιατικῶν διαθέσεων συνεργοῦσιν ἔτι μᾶλλον πρὸς τὴν τοῦ θανάτου κάκωσιν, τῆς κατὰ τὸ ποιὸν κυρίας περὶ

hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: