previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Προκριτέον δὲ καὶ ἐκ τούτων ἡμέρας μὲν πρῶτον τὸν ἥλιον. ἐάνπερ ἐν τοῖς ἀφετικοῖς τόποις: εἰ δὲ μή, ῾̣̣̓ν σελήνην: εἰ δὲ μή, τὸν πλείονας ἔχοντα λόγους οἰκοδεσποτίας πρός τε τὸν ἥλιον καὶ τὴν προγενομένην σύνοδον καὶ πρὸς τὸν ὡροσκόπον, τουτέστιν ὅταν τῶν οἰκοδεσποτικῶν τρόπων ε ὄντων τρεῖς ἔχῃ πρὸς ἕνα καὶ πλείους τῶν εἰρημένων: εἰ δὲ μή, τελευταῖον τὸν ὡροσκόπον. νυκτὸς δὲ πρῶτον τὴν σελήνην, εἶτα τὸν [p. 278] ἥλιον, εἶτα τὸν πλείονας ἔχοντα λόγους οἰκοδεσποτίας πρός τε τὴν σελήνην καὶ πρὸς τὴν προγενομένην πανσέληνον καὶ τὸν κλῆρον τῆς τύχης: εἰ δὲ μή, τελευταῖον, συνοδικῆς μὲν οὔσης τῆς προγενομένης συζυγίας, τὸν ὡροσκόπον, πανσεληνιακῆς δὲ τὸν κλῆρον τῆς τύχης. εἰ δὲ καὶ ἀμφότερα τὰ φῶτα καὶ τῆς οἰκείας αἱρέσεως οἰκοδεσπότης ἐν τοῖς ἀφετικοῖς εἶεν τόποις, τὸν ἐν τῷ κυριωτέρῳ τόπῳ τῶν φωτῶν παραληπτέον: τότε δὲ μόνον τὸν οἰκοδεσπότην ἀμφοτέρων προκριτέον, ὅταν καὶ κυριώτερον ἐπέχῃ τόπον καὶ πρὸς ἀμφοτέρας τὰς αἱρέσεις οἰκοδεσποτίας λόγον ἔχῃ. Τοῦ δὲ ἀφέτου διακριθέντος, ἔτι καὶ τῶν ἀφέσεων

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: