previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


μάλιστα διαμηκίζωσιν ἀλλήλους, τὰ περιγενόμενα ποιοῦσιν ἄχρηστα καὶ κινδύνοις περικυλίουσι μεγάλοις, ἐν μὲν τοῖς καθύγροις τυχόντες ζῳδίοις, διὰ δυσπλοιῶν καὶ ναυαγίων πάλιν δυσοδιῶν καὶ [p. 426] ἐρήμων τόπων: ἐν δὲ τοῖς στερεοῖς, διὰ κρημνισμῶν καὶ ἐμβολῶν πνευμάτων: ἐν δὲ τοῖς τροπικοῖς καὶ ἰσημερινοῖς δἰ ἔνδειαν τῶν ἐπιτηδείων καὶ νοσώδεις καταστάσεις: ἐν δὲ τοῖς ἀνθρωποείδεσι διὰ ληστήρια καὶ ἐπιβουλὰς καὶ συλήσεις: ἐν δὲ τοῖς χερσαίοις διὰ θηρίων ἐφόδους σεισμούς, Ἑρμοῦ δὲ συμπροσόντος διὰ μετέωρα καὶ κατηγορίας ἐπισφαλεῖς, ἔτι δὲ καὶ διὰ τὰς τῶν ἑρπετῶν καὶ τῶν ἄλλων ἰοβόλων πληγάς, παρατηρουμένης ἔτι μὲν τῆς τῶν συμπτωμάτων, ἐάν τε ὠφέλιμα ἐάν τε βλαβερὰ , ἰδιοτροπίας, τουτέστι τῆς περὶ τὸ αἴτιον διαφορᾶς, καὶ ἐκ τῆς τῶν αἰτιατικῶν τόπων πράξεως κτήσεως σώματος ἀξιώματος κατὰ τὴν ἐξ ἀρχῆς διάθεσιν κυρίας, τῶν δὲ τὰς ἐπισημασίας μάλιστα ποιησόντων καιρῶν ἐκ τῆς τῶν ε πλανωμένων κατὰ χρόνους ἐπεμβάσεων ποιότητος. καὶ ταῦτα μὲν ἡμῖν μέχρι τοσούτων ὑποτετυπώσθω.


Περὶ θανάτου ποιότητος Καταλειπομένης δ̓ ἐπὶ πᾶσι τῆς περὶ τὸ ποιὸν

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: