previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἐπειδήπερ ἀνατέλλοντες μὲν στηρίζοντες ἐπιτάσεις ποιοῦνται τῶν συμπτωμάτων, δύνοντες δὲ καὶ ὑπὸ τὰς αὐγὰς ὄντες ἀκρονύκτους ποιούμενοι προηγήσεις ἄνεσιν τῶν ἀποτελουμένων ποιοῦσιν.


Περὶ τοῦ γένους τῶν διατιθεμένων Τρίτου δ̓ ὄντος κεφαλαίου τοῦ γενικοῦ, καθ̓ δεῖ διαλαβεῖν περὶ ποῖα τῶν γενῶν ἀποβήσεται τὸ σύμπτωμα, λαμβάνεται καὶ τοῦτο διὰ τῆς τῶν ζῳδίων ἰδιοτροπίας καὶ μορφώσεως καθ̓ ὧν ἂν τύχωσιν ὄντες οἵ τε τῶν ἐκλείψεων τόποι καὶ οἱ τὴν οἰκοδεσποτίαν λαβόντες τῶν ἀστέρων, τῶν τε πλανωμένων καὶ τῶν ἀπλανῶν, τοῦ τε τῆς ἐκλείψεως δωδεκατημορίου καὶ τοῦ κατὰ τὸ κέντρον τὸ πρὸ τῆς ἐκλείψεως. λαμβάνεται δὲ τούτων οἰκοδεσποτία ἐπὶ μὲν τῶν πλανωμένων ἀστέρων οὕτως. γὰρ τοὺς πλείστους λόγους ἔχων πρὸς ἀμφοτέρους τοὺς ἐκκειμένους τόπους, τόν τε τῆς ἐκλείψεως καὶ τὸν τοῦ ἑπομένου αὐτῷ κέντρου, κατά τε τὰς ἔγγιστα καὶ φαινομένας συναφὰς ἀπορροίας καὶ τοὺς λόγους ἔχοντας τῶν συσχηματισμῶν, καὶ ἔτι κατὰ τὴν κυρίαν τῶν τε οἴκων καὶ τριγώνων καὶ ὑψωμάτων καὶ ὁρίων, ἐκεῖνος λήψεται μόνος τὴν [p. 170] οἰκοδεσποτίαν: εἰ δὲ μὴ αὐτὸς εὑρίσκοιτο τῆς τε ἐκλείψεως καὶ τοῦ κέντρου κύριος, δύο τοὺς

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: