previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


τοῖς φωσὶ τὸ τοῦ ὡροσκόπου κέντρον, ἀλλὰ τὸ τοῦ μεσουρανήματος, αἱ τοιαῦται τῶν μητέρων δίδυμα ὡς ἐπὶ πᾶν καὶ πλείονα κυΐσκουσιν. ἰδίως δὲ τρεῖς μὲν ἄρρενας πληροφοροῦσιν ὑπὸ τὴν τῶν Ἀνακτόρων γένεσιν ἅμα τοῖς προκειμένοις τόποις ἐν δισώμοις συσχηματισθέντες Κρόνος, Ζεύς, Ἄρης: τρεῖς δὲ θηλείας ὑπὸ τὴν τῶν Χαρίτων Ἀφροδίτη, σελήνη μεθ̓ Ἑρμοῦ τεθηλυσμένου: δύο δ̓ ἄρρενας καὶ μίαν θήλειαν ὑπὸ τὴν τῶν Διοσκούρων Κρόνος, Ζεύς, Ἀφροδίτη: δύο δὲ θηλείας καὶ ἄρρενα ἕνα ὑπὸ τὴν Δήμητρος καὶ Κόρης Ἀφροδίτη, σελήνη, Ἄρης: ἐφ̓ ὧν ὡς ἐπὶ τὸ πολὺ συμβαίνειν εἴωθε τό τε μὴ τελεσφορεῖσθαι τὰ γινόμενα καὶ τὸ μετὰ παρασήμων [p. 260] τινῶν σωματικῶν ἀποκυΐσκεσθαι καὶ ἔτι τὸ γίνεσθαί τινα τοῖς τόποις ἐξαίρετα καὶ ἀπροσδόκητα διὰ τῆς τῶν τοιούτων συμπτωμάτων ὥσπερ ἐπιφανείας.


Περὶ τεράτων Οὐκ ἀλλότριος δὲ τῆς προκειμένης σκέψεως οὐδ̓ περὶ τῶν τεράτων λόγος. πρῶτον μὲν γὰρ ἐπὶ τῶν τοιούτων τὰ μὲν φῶτα ἀποκεκλικότα ἀσύνδετα τῷ ὡροσκόπῳ κατὰ τὸ πλεῖστον εὑρίσκεται, τὰ δὲ κέντρα διειλημμένα ὑπὸ τῶν κακοποιῶν. ὅταν οὖν τοιαύτη τις ὑπ̓ ὄψιν πέσῃ

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: