previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ὑπὸ τῶν ἀντικειμένων ἧττον ὠφελοῦσι. τῆς δὲ βλαπτικῆς κράσεως ὄντες καὶ τὴν κυρίαν λαβόντες τοῦ προτελέσματος, ἐὰν μὲν συνοικειούμενοι τοῖς διατιθεμένοις τύχωσιν καθυπερτερηθῶσιν ὑπὸ τῶν τῆς ἐναντίας αἱρέσεως, ἧττον βλάπτουσιν: ἐὰν δὲ μήτε τὴν οἰκοδεσποτίαν ἔχωσι τῶν χωρῶν μήτε καθυπερτερῶνται ὑπὸ τῶν οἰκείως πρὸς αὐτὰς ἐχόντων, σφοδρότερον τὸ ἐκ τῆς κράσεως φθοροποιὸν ἐπισκήπτουσιν. ὡς ἐπὶ πᾶν μέντοι συνεμπίπτουσι τοῖς καθολικοῖς πάθεσιν ἐκεῖνοι τῶν ἀνθρώπων ὅσοι ποτ̓ ἂν κατὰ τὰς ἰδίας γενέσεις τοὺς ἀναγκαιοτάτους τόπους, λέγω δὴ τοὺς φωσφοροῦντας τοὺς τῶν κέντρων, τοὺς αὐτοὺς τύχωσιν ἔχοντες τοῖς τὸ αἴτιον ἐμποιήσασι τῶν καθολικῶν συμπτωμάτων, τουτέστι τοῖς ἐκλειπτικοῖς καὶ τοῖς τούτων διαμέτροις. τούτων δὲ ἐπισφαλέσταται μάλιστα καὶ δυσφύλακτοι τυγχάνουσιν αἱ μοιρικαὶ καθέξεις διαμετρήσεις τῶν ἐκλειπτικῶν τόπων πρὸς ὁπότερον τῶν φωτῶν.


Περὶ χρωμάτων τῶν ἐκλείψεων καὶ κομητῶν καὶ τῶν τοιούτων Τηρητέον δὲ πρὸς τὰς καθ̓ ὅλου περιστάσεις καὶ τὰ περὶ τὰς ἐκλείψεις χρώματα ἤτοι τῶν φωτῶν [p. 192] αὐτῶν τῶν περὶ αὐτὰ γινομένων συστημάτων,

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: