previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


αὐτοῖς ἐδόθη παῤ ἓν διὰ τὸ συνεζεῦχθαι καὶ ἐγγὺς ἀεὶ τυγχάνειν τήν τε ἡμέραν τῇ νυκτὶ καὶ τὸ θῆλυ τῷ ἄρρενι. τῆς δὲ ἀρχῆς ἀπὸ τοῦ Κριοῦ δἰ ἃς εἴπομεν αἰτίας λαμβανομένης, ὡσαύτως δὲ καὶ τοῦ ἄρρενος ἄρχοντος καὶ πρωτεύοντος, ἐπειδὴ καὶ τὸ ποιητικὸν ἀεὶ τοῦ παθητικοῦ πρῶτόν ἐστι τῇ δυνάμει, τὸ μὲν τοῦ Κριοῦ δωδεκατημόριον καὶ ἔτι τὸ τῶν Χηλῶν ἀρρενικὰ ἔδοξε καὶ ἡμερινά, καὶ ἅμα ἐπειδήπερ ἰσημερινὸς κύκλος δἰ αὐτῶν γραφόμενος τὴν πρώτην καὶ ἰσχυροτάτην τῶν ὅλων φορὰν ἀποτελεῖ: τὰ δὲ ἐφεξῆς αὐτῶν ἀκολούθως τῇ παῤ ἕν, ὡς ἔφαμεν, τάξει. Χρῶνται δέ τινες τῇ τάξει τῶν ἀρρενικῶν καὶ θηλυκῶν καὶ ἀπὸ τοῦ ἀνατέλλοντος δωδεκατημορίου, δὴ καλοῦσιν ὡρόσκοπον, τὴν ἀρχὴν τοῦ ἄρρενος ποιούμενοι. ὥσπερ γὰρ καὶ τὴν τῶν [p. 70] τροπικῶν ἀρχὴν ἀπὸ τοῦ σεληνιακοῦ ζῳδίου λαμβάνουσιν ἔνιοι διὰ τὸ ταύτην τάχιον τῶν ἄλλων τρέπεσθαι, οὕτω καὶ τὴν τῶν ἀρρενικῶν ἀπὸ τοῦ ὡροσκοποῦντος διὰ τὸ ἀπηλιωτικώτερον, καὶ οἱ μὲν ὁμοίως παῤ ἓν πάλιν τῇ τάξει χρώμενοι, οἱ δὲ καθ̓ ὅλα τεταρτημόρια διαιροῦντες καὶ ἑῷα μὲν ἡγούμενοι καὶ ἀρρενικὰ τό τε ἀπὸ τοῦ ὡροσκόπου μέχρι τοῦ μεσουρανοῦντος καὶ τὸ κατ̓ ἀντίθεσιν ἀπὸ τοῦ δύνοντος μέχρι τοῦ ὑπὸ γῆν μεσουρανοῦντος,

hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: