previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


δὲ κατὰ ταὐτὰ τὸν τοῦ Ἑρμοῦ καὶ ἐν μὲν τῷ ἑῴῳ σχήματι ἡμερινόν, ἐν δὲ τῷ ἑσπερίῳ νυκτερινόν. προσένειμαν δὲ ἑκατέρᾳ τῶν αἱρέσεων καὶ τοὺς δύο τοὺς τῆς φθαρτικῆς οὐσίας, οὐκ ἔτι μέντοι κατὰ τὰς αὐτὰς τῆς φύσεως αἰτίας, ἀλλὰ κατὰ τὰς ἐναντίας. τοῖς μὲν γὰρ τῆς ἀγαθῆς κράσεως οἰκειούμενα τὰ ὅμοια μεῖζον αὐτῶν τὸ ὠφέλιμον ποιεῖ, τοῖς δὲ φθαρτικοῖς τὰ ἀνοίκεια μιγνύμενα παραλύει τὸ πολὺ τῆς κακώσεως αὐτῶν. ἔνθεν τὸν μὲν τοῦ Κρόνου ψυκτικὸν ὄντα τῷ θερμῷ τῆς ἡμέρας ἀπένειμαν, τὸν δὲ τοῦ Ἄρεως ξηρὸν ὄντα τῷ ὑγρῷ τῆς νυκτός: οὕτω γὰρ ἑκάτερος ὑπὸ τῆς κράσεως τῆς συμμετρίας τυχὼν οἰκεῖος γίνεται τῆς τὸ εὔκρατον παρασχούσης αἱρέσεως. [p. 44]


Περὶ τῆς δυνάμεως τῶν πρὸς τὸν ἥλιον σχηματισμῶν Ἤδη μέντοι καὶ παρὰ τοὺς πρὸς τὸν ἥλιον συσχηματισμοὺς τε σελήνη καὶ οἱ τρεῖς τῶν πλανωμένων τὸ μᾶλλον καὶ ἧττον λαμβάνουσιν ἐν ταῖς οἰκείαις ἑαυτῶν δυνάμεσιν. τε γὰρ σελήνη κατὰ μὲν τὴν ἀπὸ ἀνατολῆς μέχρι τῆς πρώτης διχοτόμου αὔξησιν ὑγρότητός ἐστι μᾶλλον ποιητική: κατὰ δὲ τὴν ἀπὸ πρώτης διχοτόμου μέχρι πανσελήνου, θερμότητος: κατὰ δὲ τὴν ἀπὸ πανσελήνου μέχρι

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: