previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ὄντων δὲ Διονυσίῳ παίδων τριῶν μὲν ἐκ τῆς Λοκρίδος, τεττάρων δὲ ἐξ Ἀριστομάχης, ὧν δύο ἦσαν θυγατέρες, Σωφροσύνη καὶ Ἀρέτη, Σωφροσύνη μὲν Διονυσίῳ τῷ υἱῷ συνῴκησεν, Ἀρέτη δὲ Θεαρίδῃ τῷ ἀδελφῷ. τελευτήσαντος δὲ τοῦ ἀδελφοῦ Θεαρίδου Δίων ἔλαβε τὴν Ἀρετήν ἀδελφιδῆν οὖσαν. [2] ἐπεὶ δὲ νοσῶν ἔδοξεν Διονύσιος ἀβιώτως ἔχειν, ἐπεχείρησεν αὐτῷ διαλέγεσθαι περὶ τῶν ἐκ τῆς Ἀριστομάχης τέκνων Δίων, οἱ δ᾽ ἰατροὶ τῷ μέλλοντι τὴν ἀρχὴν διαδέχεσθαι χαριζόμενοι καιρὸν οὐ παρέσχον ὡς δὲ Τίμαιός φησι, καὶ φάρμακον ὑπνωτικὸν αἰτοῦντι δόντες ἀφείλοντο τὴν αἴσθησιν αὐτοῦ, θανάτῳ συνάψαντες τὸν ὕπνον.

[3] οὐ μὴν ἀλλὰ συλλόγου πρώτου τῶν φίλων γενομένου παρὰ τὸν νέον Διονύσιον οὕτω διελέχθη περὶ τῶν συμφερόντων πρὸς τὸν καιρὸν [p. 14] Δίων ὥστε τοὺς ἄλλους ἅπαντας τῇ μὲν φρονήσει παῖδας ἀποδεῖξαι, τῇ δὲ παρρησίᾳ δούλους τῆς τυραννίδος ἀγεννῶς καὶ περιφόβως τὰ πολλὰ πρὸς χάριν τῷ μειρακίῳ συμβουλεύοντας, [4] μάλιστα δὲ αὐτοὺς ἐξέπληξε τὸν ἀπὸ Καρχηδόνος κίνδυνον ἐπικρεμάμενον τῇ ἀρχῇ δεδοικότας, ὑποσχόμενος, εἰ μὲν εἰρήνης δέοιτο Διονύσιος, πλεύσας εὐθὺς εἰς Λιβύην ὡς ἄριστα διαθήσεσθαι τὸν πόλεμον, εἰ δὲ πολεμεῖν προθυμοῖτο, θρέψειν αὐτὸς ἰδίοις τέλεσι καὶ παρέξειν εἰς τὸν πόλεμον αὐτῷ πεντήκοντα τριήρεις εὖ πλεούσας.1

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1918)
hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: