previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Φάρακος δὲ πρὸς Νέᾳ πόλει τῆς Ἀκραγαντίνης στρατοπεδεύοντος, ἐξαγαγὼν τοὺς Συρακουσίους ἐβούλετο μὲν ἐν ἑτέρῳ καιρῷ διαγωνίσασθαι πρὸς αὐτόν, Ἡρακλείδου δὲ καὶ τῶν [p. 104] ναυτῶν καταβοώντων ὡς οὐ βούλεται μάχῃ κρῖναι τὸν πόλεμον Δίων, ἀλλ᾽ ἀεὶ μένοντος ἄρχειν, ἀναγκασθεὶς συνέβαλε καὶ ἡττήθη. [2] γενομένης δὲ τῆς τροπῆς οὐ βαρείας, ἀλλὰ μᾶλλον ὑφ᾽ ἑαυτῶν καὶ τοῦ στασιάζειν ταραχθέντων, αὖθις Δίων παρεσκευάζετο μάχεσθαι καὶ συνέταττε πείθων καὶ παραθαρρύνων. τῆς δὲ νυκτὸς ἀρχομένης ἀγγέλλεται πρὸς αὐτὸν Ἡρακλείδην ἄραντα τὸν στόλον πλεῖν ἐπὶ Συρακουσῶν, ἐγνωκότα τὴν πόλιν καταλαβεῖν κἀκεῖνον ἀποκλεῖσαι μετὰ τοῦ στρατεύματος, [3] εὐθὺς οὖν ἀναλαβὼν τοὺς δυνατωτάτους καὶ προθυμοτάτους ἱππάσατο διὰ τῆς νυκτός: καὶ περὶ τρίτην ὥραν τῆς ἡμέρας πρὸς ταῖς πύλαις ἦν, σταδίους κατηνυκὼς ἑπτακοσίους. Ἡρακλείδης δὲ ταῖς ναυσὶν, ὡς ἁμιλλώμενος ὑστέρησεν, ἀποπλεύσας καὶ πλανώμενος ἐν ταῖς πράξεσιν ἀσκόπως ἐπιτυγχάνει Γαισύλῳ τῷ Σπαρτιάτῃ, φάσκοντι πλεῖν ἐφ᾽ ἡγεμονίᾳ Σικελιωτῶν ἐκ Λακεδαίμονος, ὡς πρότερόν ποτε Γύλιππος. [4] ἄσμενος οὖν ἀναλαβὼν τοῦτον τὸν ἄνδρα καὶ περιαψάμενος ὥσπερ ἀλεξιφάρμακον τοῦ Δίωνος ἐπεδείκνυτο τοῖς συμμάχοις: καὶ κήρυκα πέμπων εἰς τὰς Συρακούσας ἐκέλευε δέχεσθαι τὸν Σπαρτιάτην ἄρχοντα τοὺς πολίτας. ἀποκριναμένου δὲ τοῦ Δίωνος ὡς εἰσὶν ἄρχοντες ἱκανοὶ τοῖς Συρακουσίοις, εἰ δὲ πάντως δέοι καὶ Σπαρτιάτου τοῖς πράγμασιν, αὐτὸς οὗτος εἶναι, [5] κατὰ ποίησιν γεγονὼς Σπαρτιάτης, τὴν μὲν ἀρχὴν Γαίσυλος ἀπέγνω, πλεύσας δὲ πρὸς τὸν Δίωνα [p. 106] διήλλαξε τὸν Ἡρακλείδην ὅρκους δόντα καὶ πίστεις τὰς μεγίστας, αἷς αὐτὸς Γαισύλος ὤμοσε τιμωρὸς ἔσεσθαι Δίωνι καὶ κολαστὴς Ἡρακλείδου κακοπραγμονοῦντος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1918)
hide References (2 total)
  • Cross-references to this page (1):
    • Dictionary of Greek and Roman Geography (1854), AGRIGENTUM
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: