previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Πλάτωνα δὲ Διονύσιος εὐθὺς μὲν εἰς τὴν ἀκρόπολιν μετέστησεν, ἔντιμον αὐτῷ σχήματι [p. 32] ξενίας φιλανθρώπου φρουρὰν μηχανησάμενος, ὡς μὴ συμπλέοι Δίωνι μάρτυς ὧν ἠδίκητο. χρόνῳ δὲ καὶ συνδιαιτήσει, καθάπερ ψαύειν ἀνθρώπου θηρίον, ἐθισθεὶς ὑπομένειν τήν τε1 ὁμιλίαν αὐτοῦ καὶ τὸν λόγον, ἠράσθη τυραννικὸν ἔρωτα, μόνος ἀξιῶν ὑπὸ Πλάτωνος ἀντερᾶσθαι καὶ θαυμάζεσθαι μάλιστα πάντων, ἕτοιμος ὢν ἐπιτρέπειν τὰ πράγματα καὶ τὴν τυραννίδα μὴ προτιμῶντι τὴν πρὸς Δίωνα φιλίαν τῆς πρὸς αὐτόν, [2] ἦν οὖν τῷ Πλάτωνι συμφορὰ τὸ πάθος αὐτοῦ τοῦτο, μαινομένου καθάπερ οἱ δυσέρωτες ὑπὸ ζηλοτυπίας, καὶ πολλὰς μὲν ὀργὰς ἐν ὀλίγῳ χρόνῳ, πολλὰς δὲ διαλλαγὰς καὶ δεήσεις ποιουμένου πρὸς αὐτόν, ἀκροᾶσθαι δὲ τῶν λόγων καὶ κοινωνεῖν τῆς περὶ φιλοσοφίαν πραγματείας σπουδάζοντος μὲν ὑπερφυῶς, αἰδουμένου δὲ τοὺς ἀποτρέποντας ὡς διαφθαρησομένου.

[3] ἐν τούτῳ δὲ πολέμου τινὸς ἐμπεσόντος ἀποπέμπει τὸν Πλάτωνα, συνθέμενος εἰς ὥραν ἔτους μεταπέμψασθαι Δίωνα. καὶ τοῦτο μὲν εὐθὺς ἐψεύσατο, τὰς δὲ προσόδους τῶν κτημάτων ἀπέπεμπεν αὐτῷ, ἀξιῶν Πλάτωνα συγγνῶναι περὶ τοῦ χρόνου διὰ τὸν πόλεμον εἰρήνης γὰρ γενομένης τάχιστα μεταπέμψεσθαι τὸν Δίωνα, καὶ ἀξιοῦν αὐτὸν ἡσυχίαν ἄγειν καὶ μηδὲν νεωτερίζειν μηδὲ βλασφημεῖν κατ᾽ αὐτοῦ πρὸς τοὺς Ἕλληνας.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1918)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: