previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

μάλιστα δ᾽ αὐτοὺς ἐθάρρυνε τὸ συμβεβηκὸς αὐτομάτως περὶ τὴν ἀποδημίαν τοῦ Διονυσίου: νεωστὶ γὰρ ἐκπεπλευκὼς ἐτύγχανεν ὀγδοήκοντα ναυσὶν εἰς τὴν Ἰταλίαν. διὸ καὶ τοῦ Δίωνος παρακαλοῦντος ἐνταῦθα τοὺς στρατιώτας [p. 56] ἀναλαμβάνειν πολὺν χρόνον ἐν τῇ θαλάσσῃ κεκακωμένους, οὐχ ὑπέμειναν αὐτοὶ σπεύδοντες ἁρπάσαι τὸν καιρόν, ἀλλ᾽ ἐκέλευον ἡγεῖσθαι τὸν Δίωνα πρὸς τὰς Συρακούσας. [2] ἀποσκευασάμενος οὖν τὰ περιόντα τῶν ὅπλων καὶ τῶν φορτίων ἐκεῖ, καὶ τοῦ Συνάλου δεηθεὶς, ὅταν καιρὸς, ἀποστεῖλαι πρὸς αὐτόν, ἐβάδιζεν ἐπὶ τὰς Συρακούσας. πορευομένῳ δ᾽ αὐτῷ πρῶτον μὲν Ἀκραγαντίνων προσεχώρησαν ἱππεῖς διακόσιοι τῶν περὶ τὸ Ἔκνομον οἰκούντων, μετὰ δὲ τούτους Γελῷοι.

[3] ταχὺ δὲ τῆς φήμης διαδραμούσης εἰς Συρακούσας Τιμοκράτης, τῇ Δίωνος γυναικὶ συνοικῶν, Διονυσίου δ᾽ ἀδελφῇ, τῶν ἀπολελειμμένων ἐν τῇ πόλει φίλων προεστώς, ἐκπέμπει κατὰ τάχος ἄγγελον τῷ Διονυσίῳ γράμματα κομίζοντα περὶ τῆς Δίωνος ἀφίξεως. αὐτὸς δὲ τοῖς κατὰ τὴν πόλιν προσεῖχε θορύβοις καὶ κινήμασιν, ἐπηρμένων μὲν πάντων, διὰ δ᾽ ἀπιστίαν ἔτι καὶ φόβον ἡσυχαζόντων. τῷ δὲ πεμφθέντι γραμματοφόρῳ τύχη τις συμπίπτει παράλογος. [4] διαπλεύσας γὰρ εἰς τὴν Ἰταλίαν καὶ τὴν Ῥηγίνην διελθὼν, ἐπειγόμενος εἰς Καυλωνίαν πρὸς Διονύσιον ἀπήντησέ τινι τῶν συνήθων ἱερεῖον νεωστὶ τεθυμένον κομίζοντι: καὶ λαβὼν παρ᾽ αὐτοῦ μοῖραν τῶν κρεῶν ἐχώρει σπουδῇ. τῆς δὲ νυκτὸς μέρος ὁδεύσας καὶ μικρὸν ἀποδαρθεῖν ὑπὸ κόπου βιασθείς, ὡς εἶχε, παρὰ τὴν ὁδὸν ἐν ὕλῃ τινὶ κατέκλινεν ἑαυτόν, [5] πρὸς δὲ τὴν ὀσμὴν λύκος ἐπελθὼν, καὶ λαβόμενος τῶν κρεῶν ἀναδεδεμένων ἐκ τῆς πήρας, ᾤχετο φέρων ἅμα σὺν αὐτοῖς τὴν πήραν, ἐν τὰς ἐπιστολὰς ἄνθρωπος εἶχεν. [p. 58] ὡς δὲ διεγερθεὶς ᾔσθετο καὶ πολλὰ μάτην πλανηθεὶς καὶ διώξας οὐχ εὗρεν, ἔγνω μὴ πορεύεσθαι δίχα τῶν γραμμάτων πρὸς τὸν τύραννον, ἀλλ᾽ ἀποδρὰς ἐκποδὼν γενέσθαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1918)
hide References (6 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: