previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τοῦτο τὸ πάθος μάλιστα τὴν πόλιν ἀνέῳξε Δίωνι πάντων συμφωνησάντων. ἔτυχε μὲν γὰρ οὐκέτι σπουδῇ πορευόμενος, ὡς ἤκουσεν εἰς τὴν ἀκρόπολιν κατακεκλεῖσθαι τοὺς πολεμίους. προϊούσης δὲ τῆς ἡμέρας πρῶτον ἱππεῖς ἀπήντησαν αὐτῷ τὴν δευτέραν κατάληψιν ἀπαγγέλλοντες: ἔπειτα καὶ τῶν ὑπεναντιουμένων ἔνιοι παρῆσαν ἐπείγεσθαι δεόμενοι. [2] συντείνοντος δὲ τοῦ κακοῦ μᾶλλον Ἡρακλείδης τὸν ἀδελφὸν ἐξέπεμψεν, εἶτα Θεοδότην τὸν θεῖον, ἱκετεύων ἀρήγειν, ὡς μηδενὸς ἀντέχοντος τοῖς πολεμίοις, αὐτοῦ δὲ τετρωμένου, τῆς δὲ πόλεως μικρὸν ἀπεχούσης ἀνατετράφθαι καὶ καταπεπρῆσθαι. τοιούτων ἀγγελμάτων τῷ Δίωνι προσπεσόντων ἔτι μὲν ἑξήκοντα σταδίους τῶν πυλῶν ἀπεῖχε: φράσας δὲ τὸν κίνδυνον τοῖς ξένοις καὶ παρακελευσάμενος οὐκέτι βάδην ἦγεν, ἀλλὰ δρόμῳ τὸ στράτευμα πρὸς τὴν πόλιν, ἄλλων ἐπ᾽ ἄλλοις ἀντιαζόντων καὶ δεομένων ἐπείγεσθαι. [3] χρησάμενος δὲ θαυμαστῷ τάχει καὶ προθυμίᾳ τῶν ξένων εἰσέβαλε διὰ τῶν πυλῶν εἰς τὴν Ἑκατόμπεδον λεγομένην καὶ τοὺς μὲν ἐλαφροὺς εὐθὺς ἀφῆκεν ἐλθεῖν πρὸς [p. 96] τοὺς πολεμίους, ὡς ἰδοῦσι θαρσῆσαι τοῖς Συρακουσίοις ἐγγένοιτο, τοὺς δ᾽ ὁπλίτας αὐτὸς συνέταττε καὶ τῶν πολιτῶν τοὺς ἐπιρρέοντας καὶ συνισταμένους, ὀρθίους λόχους ποιῶν καὶ διαιρῶν τὰς ἡγεμονίας, ὅπως πολλαχόθεν ἅμα προσφέροιτο φοβερώτερον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1918)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: