previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ταῦτα ἐπειρᾶτο ποιεῖν Πλάτων, καὶ Δίωνα τρέψας ἐπὶ φιλοσοφίαν ἐν Ἀκαδημείᾳ συνεῖχεν. ᾤκει μὲν οὖν ἐν ἄστει παρὰ Καλλίππῳ τινὶ τῶν γνωρίμων, ἀγρὸν δὲ διαγωγῆς [p. 34] χάριν ἐκτήσατο, καὶ τοῦτον ὕστερον εἰς Σικελίαν πλέων Σπευσίππῳ δωρεὰν ἔδωκεν, μάλιστα τῶν Ἀθήνησι φίλων ἐχρῆτο καὶ συνδιῃτᾶτο, βουλομένου τοῦ Πλάτωνος ὁμιλίᾳ χάριν ἐχούσῃ καὶ παιδιᾶς ἐμμελοῦς κατὰ καιρὸν ἁπτομένῃ κεραννύμενον ἀφηδύνεσθαι τοῦ Δίωνος τὸ ἦθος. [2] τοιοῦτος δέ τις Σπεύσιππος ἦν: καὶ σκῶψαι ἀγαθὸν αὐτὸν ἐν τοῖς Σίλλοις Τίμων προσηγόρευσεν. αὐτῷ δὲ Πλάτωνι χορηγοῦντι παίδων χορῷ τόν τε χορὸν ἤσκησεν Δίων καὶ τὸ δαπάνημα πᾶν ἐτέλεσε παρ᾽ ἑαυτοῦ, συγχωροῦντος τοῦ Πλάτωνος τὴν τοιαύτην φιλοτιμίαν πρὸς τοὺς Ἀθηναίους, ὡς ἐκείνῳ μᾶλλον εὔνοιαν δόξαν αὐτῷ φέρουσαν.

[3] ἐπεφοίτα δὲ καὶ ταῖς ἄλλαις πόλεσιν Δίων, καὶ συνεσχόλαζε καὶ συνεπανηγύριζε τοῖς ἀρίστοις καὶ πολιτικωτάτοις ἀνδράσιν, οὐδὲν ἐν τῇ διαίτῃ σόλοικον ἐπιδεικνύμενος οὐδὲ τυραννικὸν οὐδὲ ἐπιτεθρυμμένον, ἀλλὰ σωφροσύνην καὶ ἀρετὴν καὶ ἀνδρείαν καὶ περὶ λόγους καὶ περὶ φιλοσοφίαν εὐσχήμονας διατριβάς. ἐφ᾽ οἷς εὔνοια παρὰ πάντων ἐγίνετο καὶ ζῆλος αὐτῷ τιμαί τε δημόσιαι καὶ ψηφίσματα παρὰ τῶν πόλεων. [4] Λακεδαιμόνιοι δὲ καὶ Σπαρτιάτην αὐτὸν ἐποιήσαντο, τῆς Διονυσίου καταφρονήσαντες ὀργῆς, καίπερ αὐτοῖς τότε προθύμως ἐπὶ τοὺς Θηβαίους συμμαχοῦντος. λέγεται δέ ποτε τὸν Δίωνα τοῦ Μεγαρέως Πτοιοδώρου δεόμενον ἐπὶ τὴν οἰκίαν ἐλθεῖν ἦν δέ, ὡς ἔοικε, τῶν πλουσίων τις καὶ δυνατῶν Πτοιόδωρος: [5] ὄχλον οὖν ἐπὶ θύραις ἰδὼν Δίων καὶ πλῆθος ἀσχολιῶν καὶ δυσέντευκτον αὐτὸν καὶ δυσπρόσοδον, ἀπιδὼν πρὸς τοὺς φίλους δυσχεραίνοντας καὶ ἀγανακτοῦντας, [p. 36]τί τοῦτονἔφη, ‘μεμφόμεθα; καὶ γὰρ αὐτοὶ πάντως ἐν Συρακούσαις ὅμοια τούτοις ἐποιοῦμεν.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1918)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: