previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

γενομένης δὲ τῆς συνουσίας αὐτοῖς τὸ μὲν ὅλον περὶ ἀνδρὸς ἀρετῆς, πλείστων δὲ περὶ ἀνδρείας διαπορηθέντων, ὡς πάντας1 μᾶλλον Πλάτων τοὺς τυράννους ἀπέφαινεν ἀνδρείους, ἐκ δὲ τούτου τραπόμενος περὶ δικαιοσύνης ἐδίδασκεν ὡς μακάριος μὲν τῶν δικαίων, ἄθλιος δὲ τῶν ἀδίκων βίος, οὔτε τοὺς λόγους ἔφερεν τύραννος ὥσπερ ἐξελεγχόμενος, ἤχθετό τε τοῖς παροῦσι θαυμαστῶς ἀποδεχομένοις τὸν ἄνδρα καὶ κηλουμένοις ὑπὸ τῶν λεγομένων. [2] τέλος δὲ θυμωθεὶς καὶ παροξυνθείς ἠρώτησεν αὐτόν τι δὴ βουλόμενος εἰς Σικελίαν παραγένοιτο. τοῦ δὲ φήσαντος ἀγαθὸν ἄνδρα ζητεῖν, ὑπολαβὼν ἐκεῖνος, ‘ἀλλὰ νὴ τοὺς θεοὺς,’ εἶπε, ‘καὶ φαίνῃ μήπω τοιοῦτον εὑρηκώς.’ οἱ μὲν οὖν περὶ τὸν Δίωνα τοῦτο τέλος ᾤοντο τῆς ὀργῆς γεγονέναι, καὶ τὸν Πλάτωνα σπεύδοντα συνεξέπεμπον ἐπὶ τριήρους, Πόλλιν ἐκόμιζεν εἰς τὴν Ἑλλάδα τὸν Σπαρτιάτην [3] δὲ Διονύσιος κρύφα τοῦ Πόλλιδος ἐποιήσατο δέησιν μάλιστα μὲν ἀποκτεῖναι τὸν ἄνδρα κατὰ πλοῦν, εἰ δὲ μή, πάντως ἀποδόσθαι: βλαβήσεσθαι γὰρ οὐδέν, ἀλλ᾽ εὐδαιμονήσειν ὁμοίως, δίκαιον ὄντα, κἂν δοῦλος γένηται. διὸ καὶ λέγεται Πόλλις εἰς Αἴγιναν φέρων ἀποδόσθαι Πλάτωνα, πολέμου πρὸς Ἀθηναίους ὄντος αὐτοῖς καὶ ψηφίσματος ὅπως ληφθεὶς Ἀθηναίων ἐν Αἰγίνῃ πιπράσκηται.

[4] οὐ μὴν γε Δίων ἔλαττον εἶχε παρὰ τῷ Διονυσίῳ τιμῆς πίστεως, ἀλλὰ πρεσβείας τε τὰς μεγίστας διῴκει καὶ πεμπόμενος πρὸς [p. 12] Καρχηδονίους ἐθαυμάσθη διαφερόντως: καὶ τὴν παρρησίαν ἔφερεν αὐτοῦ μόνου σχεδόν ἀδεῶς λέγοντος τὸ παριστάμενον, ὡς καὶ τὴν περὶ Γέλωνος ἐπίπληξιν. [5] χλευαζομένης γὰρ, ὡς ἔοικε, τῆς Γέλωνος ἀρχῆς, αὐτόν τε τὸν Γέλωνα τοῦ Διονυσίου γέλωτα τῆς Σικελίας γεγονέναι φήσαντος, οἱ μὲν ἄλλοι τὸ σκῶμμα προσεποιοῦντο θαυμάζειν, δὲ Δίων δυσχεράνας, ‘καὶ μὴν,’ ἔφη, ‘σὺ τυραννεῖς διὰ Γέλωνα πιστευθείς: διὰ σὲ δὲ οὐδεὶς ἕτερος πιστευθήσεται.’ τῷ γὰρ ὄντι φαίνεται κάλλιστον μὲν Γέλων ἐπιδειξάμενος θέαμα μοναρχουμένην πόλιν, αἴσχιστον δὲ Διονύσιος.

1 πάντας Coraës and Bekker, after Reiske: πάντα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1918)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: