previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Διονύσιος πρεσβύτερος εἰς τὴν ἀρχὴν καταστάς εὐθὺς ἔγημε τὴν Ἑρμοκράτους τοῦ Συρακουσίου θυγατέρα, ταύτην, οὔπω τῆς τυραννίδος ἱδρυμένης βεβαίως, ἀποστάντες οἱ Συρακούσιοι δεινὰς καὶ παρανόμους ὕβρεις εἰς τὸ σῶμα καθύβρισαν, ἐφ᾽ αἷς προήκατο τὸν βίον ἑκουσίως. [2] Διονύσιος δὲ τὴν ἀρχὴν ἀναλαβὼν καὶ κρατυνάμενος αὖθις ἄγεται δύο γυναῖκας ἅμα, τὴν μὲν ἐκ Λοκρῶν ὄνομα Δωρίδα, τὴν δὲ ἐπιχώριον Ἀριστομάχην, θυγατέρα Ἱππαρίνου, πρωτεύσαντος ἀνδρὸς Συρακουσίων καὶ Διονυσίῳ συνάρξαντος ὅτε πρῶτον αὐτοκράτωρ ἐπὶ τὸν πόλεμον ᾑρέθη στρατηγός, λέγεται δ᾽ ἡμέρᾳ μὲν ἀμφοτέρας ἀγαγέσθαι μιᾷ καὶ μηδενὶ γενέσθαι φανερὸς ἀνθρώπων ὁποτέρᾳ προτέρᾳ συνέλθοι, τὸν δὲ ἄλλον χρόνον ἴσον νέμων ἑαυτὸν διατελεῖν ἑκατέρᾳ, κοινῇ μὲν εἰθισμένων δειπνεῖν μετ᾽ αὐτοῦ, παρὰ νύκτα δὲ ἐν μέρει συναναπαυομένων. [3] καίτοι τῶν Συρακουσίων ἐβούλετο τὸ πλῆθος τὴν ἐγγενῆ πλέον ἔχειν τῆς ξένης: ἀλλὰ ἐκείνῃ προτέρᾳ ὑπῆρχε τεκούσῃ τὸν πρεσβεύοντα τῆς Διονυσίου γενεᾶς υἱὸν αὐτῇ βοηθεῖν πρὸς τὸ γένος, δὲ Ἀριστομάχη πολὺν χρόνον ἄπαις συνῴκει τῷ Διονυσίῳ καίπερ σπουδάζοντι περὶ τὴν ἐκ ταύτης τέκνωσιν, ὅς γε καὶ τὴν μητέρα τῆς Λοκρίδος αἰτιασάμενος καταφαρμακεύειν τὴν Ἀριστομάχην ἀπέκτεινε.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1918)
hide References (6 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: