previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἐκ τούτου καταπλέουσιν εἰς τὴν πόλιν παρὰ Διονυσίου τριήρεις Νύψιον ἄγουσαι τὸν Νεαπολίτην, σῖτον καὶ χρήματα κομίζοντα τοῖς πολιορκουμένοις. γενομένης δὲ ναυμαχίας ἐνίκων μὲν οἱ Συρακούσιοι καὶ τέσσαρας τῶν τυραννικῶν νεῶν ἔλαβον, ὑβρίσαντες δὲ τῇ νίκῃ, καὶ δι᾽ ἀναρχίαν τὸ χαῖρον εἰς πότους καὶ συνουσίας μανικὰς τρέψαντες, οὕτω τῶν χρησίμων ἠμέλησαν ὥστε τὴν ἀκρόπολιν ἔχειν δοκοῦντες ἤδη καὶ τὴν πόλιν προσαπέβαλον. [2] γὰρ Νύψιος ὁρῶν οὐδὲν ὑγιαῖνον ἐν τῇ πόλει μέρος, ἀλλὰ τὸν μὲν ὄχλον αὐλήμασι καὶ μέθαις εἰς νύκτα βαθεῖαν ἀφ᾽ ἡμέρας κατεχόμενον, τοὺς δὲ στρατηγοὺς ἐπιτερπομένους τε τούτῳ τῷ πανηγυρισμῷ καὶ προσάγειν ἀνάγκην μεθύουσιν ἀνθρώποις ὀκνοῦντας, ἄριστα τῷ καιρῷ χρησάμενος ἐπεχείρησε τῷ τειχίσματι καὶ κρατήσας καὶ διαθρύψας ἐφῆκε τοὺς βαρβάρους, κελεύσας χρῆσθαι τοῖς προστυγχάνουσιν ὡς βούλονται καὶ δύνανται, [3] ταχέως μὲν οὖν οἱ Συρακούσιοι τὸ κακὸν ᾔσθοντο, βραδέως δὲ καὶ χαλεπῶς συνεβοήθουν ἐκπεπληγμένοι. πόρθησις γὰρ ἦν τὰ γινόμενα τῆς πόλεως, τῶν μὲν ἀνδρῶν φονευομένων, τῶν δὲ τειχῶν κατασκαπτομένων, γυναικῶν δὲ καὶ παίδων ἀγομένων εἰς τὴν ἀκρόπολιν μετ᾽ οἰμωγῆς, ἀπεγνωκότων δὲ τὰ πράγματα τῶν στρατηγῶν καὶ χρῆσθαι μὴ δυναμένων τοῖς πολίταις πρὸς τοὺς πολεμίους ἀναπεφυρμένους καὶ συμμεμιγμένους αὐτοῖς πανταχόθεν. [p. 88]

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1918)
hide References (1 total)
  • Cross-references in notes to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: