previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

καὶ πρῶτον μὲν εἰς ἐκκλησίαν ἀφ᾽ αὑτῶν συνδραμόντες εἵλοντο τὸν Ἡρακλείδην ναύαρχον. ἐπεὶ δὲ Δίων παρελθὼν ᾐτιᾶτο τὴν ἐκείνῳ διδομένην ἀρχὴν ἀφαίρεσιν εἶναι τῆς πρότερον αὐτῷ δεδομένης, οὐκέτι γὰρ αὐτοκράτωρ [p. 72] μένειν, ἂν ἄλλος ἡγῆται τῶν κατὰ θάλασσαν, ἄκοντες οἱ Συρακούσιοι πάλιν ἀπεψηφίσαντο τὸν Ἡρακλείδην. [2] γενομένων δὲ τούτων μεταπεμψάμενος αὐτὸν Δίων οἴκαδε, καὶ μικρὰ μεμψάμενος, ὡς οὐ καλῶς οὐδὲ συμφερόντως ὑπὲρ δόξης στασιάζοντα πρὸς αὐτὸν ἐν καιρῷ ῥοπῆς ὀλίγης δεομένῳ πρὸς ἀπώλειαν, αὖθις ἐκκλησίαν αὐτὸς συναγαγών ναύαρχον ἀπέδειξε τὸν Ἡρακλείδην, καὶ τοῦ σώματος ἔπεισε φυλακὴν δοῦναι τοὺς πολίτας, ὥσπερ αὐτὸς εἶχεν. [3] δὲ τῷ μὲν λόγῳ καὶ τῷ σχήματι τὸν Δίωνα θεραπεύων καὶ χάριν ὁμολογῶν ἔχειν παρηκολούθει ταπεινός, ὑπηρετῶν τὸ κελευόμενον, κρύφα δὲ τοὺς πολλοὺς καὶ νεωτεριστὰς διαφθείρων καὶ ὑποκινῶν, θορύβοις τὸν Δίωνα περιέβαλλεν, εἰς ἅπασαν ἀπορίαν καθιστάμενον. [4] εἴτε γὰρ ἀφιέναι κελεύοι Διονύσιον ὑπόσπονδον ἐκ τῆς ἄκρας, διαβολὴν εἶχε φείδεσθαι καὶ περισῴζειν ἐκεῖνον, εἴτε λυπεῖν μὴ βουλόμενος ἐπὶ τῆς πολιορκίας ἡσυχάζοι, διατηρεῖν ἐδόκει τὸν πόλεμον, ὡς μᾶλλον ἄρχοι καὶ καταπλήττοιτο τοὺς πολίτας.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1918)
hide References (2 total)
  • Cross-references to this page (1):
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: