previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

οὗτοι τὸ μὲν πρῶτον ἀκούσαντες ἐπὶ Διονύσιον καὶ Σικελίαν αἴρεσθαι τὸν στόλον, ἐξεπλάγησαν καὶ κατέγνωσαν, ὡς ὀργῆς τινος παραφροσύνῃ καὶ μανίᾳ τοῦ Δίωνος χρηστῶν ἐλπίδων ἀπορίᾳ ῥιπτοῦντος ἑαυτὸν εἰς ἀπεγνωσμένας πράξεις: καὶ τοῖς ἑαυτῶν ἡγεμόσι καὶ ξενολόγοις ὠργίζοντο μὴ προειποῦσιν εὐθὺς ἐξ ἀρχῆς τὸν πόλεμον. [2] ἐπεὶ δὲ Δίων τῷ λόγῳ τὰ σαθρὰ τῆς τυραννίδος ἐπεξιὼν ἐδίδασκεν, ὡς οὐ [p. 48] στρατιώτας, ἀλλὰ μᾶλλον ἡγεμόνας αὐτοὺς κομίζοι Συρακουσίων καὶ τῶν ἄλλων Σικελιωτῶν πάλαι πρὸς ἀπόστασιν ἑτοίμων ὑπαρχόντων, μετὰ δὲ τὸν Δίωνα διαλεχθέντος αὐτοῖς Ἀλκιμένους, ὃς πρῶτος ὢν Ἀχαιῶν δόξῃ καὶ γένει συνεστράτευεν, ἐπείσθησαν.

[3] ἦν μὲν οὖν θέρους ἀκμή καὶ κατεῖχον ἐτησίαι τὸ πέλαγος, δὲ σελήνη διχομηνίαν ἦγε. τῷ δ᾽ Ἀπόλλωνι θυσίαν μεγαλοπρεπῆ παρασκευάσας Δίων ἐπόμπευσε μετὰ τῶν στρατιωτῶν κεκοσμημένων ταῖς πανοπλίαις πρὸς τὸ ἱερόν καὶ μετὰ τὴν θυσίαν ἐν τῷ σταδίῳ τῶν Ζακυνθίων κατακλιθέντας αὐτοὺς εἱστία, [4] θαυμάζοντας ἀργυρῶν καὶ χρυσῶν ἐκπωμάτων καὶ τραπεζῶν ὑπερβάλλουσαν ἰδιωτικὸν πλοῦτον λαμπρότητα, καὶ λογιζομένους ὅτι παρηκμακὼς ἀνὴρ ἤδη καὶ τοσαύτης εὐπορίας κύριος οὐκ ἂν ἐπιχειροίη παραβόλοις πράγμασι χωρὶς ἐλπίδος βεβαίου καὶ φίλων ἐνδιδόντων ἐκεῖθεν αὐτῷ τὰς πλείστας καὶ μεγίστας ἀφορμάς.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1918)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: