previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἐκπλεύσαντος δὲ τοῦ Ἀπολλοκράτους, καὶ τοῦ Δίωνος εἰς τὴν ἀκρόπολιν βαδίζοντος, οὐκ ἐκαρτέρησαν αἱ γυναῖκες οὐδ᾽ ἀνέμειναν εἰσελθεῖν [p. 108] αὐτόν, ἀλλ᾽ ἐπὶ τὰς θύρας ἐξέδραμον, μὲν Ἀριστομάχη τὸν υἱὸν ἄγουσα τοῦ Δίωνος, δ᾽ Ἀρετὴ κατόπιν εἵπετο δακρύουσα, καὶ διαποροῦσα πῶς ἀσπάσηται καὶ προσείπῃ τὸν ἄνδρα κοινωνίας αὐτῇ πρὸς ἕτερον γεγενημένης. [2] ἀσπασαμένου δ᾽ αὑτοῦ πρῶτον τὴν ἀδελφήν, εἶτα τὸ παιδίον, Ἀριστομάχη προσαγαγοῦσα τὴν Ἀρετήν, ‘ἠτυχοῦμεν, Δίων,’ ἔφη, ‘ σοῦ φεύγοντος: ἥκων δὲ καὶ νικῶν ἀφῄρηκας ἡμῶν ἁπάντων τὰς κατηφείας, πλὴν μόνης ταύτης, ἣν ἐπεῖδον δυστυχὴς ἐγὼ σοῦ ζῶντος ἑτέρῳ συνελθεῖν βιασθεῖσαν. ὅτε οὖν σὲ κύριον ἡμῶν τύχη πεποίηκε, πῶς αὐτῇ διαιτᾷς ἐκείνην τὴν ἀνάγκην; πότερον ὡς θεῖον καὶ ὡς ἄνδρα σε ἀσπάσεται;’ [3] τοιαῦτα τῆς Ἀριστομάχης λεγούσης Δίων ἐκδακρύσας προσηγάγετο φιλοστόργως τὴν γυναῖκα: καὶ παραδοὺς αὐτῇ τὸν υἱὸν ἐκέλευσεν εἰς τὴν οἰκίαν τὴν αὑτοῦ βαδίζειν, ὅπου καὶ αὐτὸς διῃτᾶτο, τὴν ἄκραν ἐπὶ τοῖς Συρακουσίοις ποιησάμενος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1918)
hide References (1 total)
  • Cross-references to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: