Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Δίωνα δὲ Λεοντῖνοι λαμπραῖς ἐδέχοντο
τιμαῖς, καὶ τοὺς ξένους ἀνελάμβανον μισθοῖς καὶ
πολιτείαις πρὸς δὲ τοὺς Συρακουσίους ἐπρέσβευον
ἀξιοῦντες τὰ δίκαια τοῖς ξένοις ποιεῖν.
οἱ
δὲ πρέσβεις ἔπεμψαν κατηγορήσοντας Δίωνος
[2]
τῶν δὲ συμμάχων ἁπάντων εἰς Λεοντίνους ἁθροισθέντων καὶ γενομένων λόγων ἐν αὐτοῖς, ἔδοξαν ἀδικεῖν οἱ Συρακούσιοι:
τοῖς δὲ κριθεῖσιν ὑπὸ τῶν συμμάχων οὐκ ἐνέμειναν τρυφῶντες ἤδη καὶ
[p. 86]
μεγαλοφρονοῦντες
ἐπὶ τῷ μηδενὸς ἀκούειν, ἀλλὰ χρῆσθαι δουλεύουσι καὶ φοβουμένοις τὸν δῆμον στρατηγοῖς.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.