previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἦν δέ τις Σῶσις, ἄνθρωπος ἐκ πονηρίας καὶ θρασύτητος εὐδοκιμῶν παρὰ τοῖς Συρακουσίοις, περιουσίαν ἡγουμένοις ἐλευθερίας τὸ μέχρι τοιούτων ἀνεῖσθαι τὴν παρρησίαν. οὗτος ἐπιβουλεύων Δίωνι πρῶτον μὲν ἐκκλησίας οὔσης ἀναστὰς πολλὰ τοὺς Συρακουσίους ἐλοιδόρησεν, εἰ μὴ συνιᾶσιν ὡς ἐμπλήκτου καὶ μεθυούσης ἀπηλλαγμένοι τυραννίδος ἐγρηγορότα καὶ νήφοντα δεσπότην εἰλήφασιν: [2] ἔπειτα φανερὸν τοῦ Δίωνος ἐχθρὸν ἀναδείξας ἑαυτόν τότε μὲν ἐκ τῆς ἀγορᾶς ἀπῆλθε, τῇ δ᾽ ὑστεραίᾳ γυμνὸς ὤφθη διὰ τῆς [p. 74] πόλεως θέων ἀνάπλεως αἵματος τὴν κεφαλὴν καὶ τὸ πρόσωπον, ὡς δή τινας φεύγων διώκοντας. ἐμβαλὼν δὲ τοιοῦτος εἰς τὴν ἀγορὰν ἔλεγεν ὑπὸ τῶν ξένων τοῦ Δίωνος ἐπιβεβουλεῦσθαι, καὶ τὴν κεφαλὴν ἐπεδείκνυε τετρωμένην: [3] καὶ πολλοὺς εἶχε τοὺς συναγανακτοῦντας καὶ συνισταμένους κατὰ τοῦ Δίωνος, ὡς δεινὰ καὶ τυραννικὰ πράττοντος, εἰ φόνοις καὶ κινδύνοις τῶν πολιτῶν ἀφαιρεῖται τὴν παρρησίαν. οὐ μὴν ἀλλὰ, καίπερ ἀκρίτου καὶ ταραχώδους ἐκκλησίας γενομένης, παρελθὼν Δίων ἀπελογεῖτο καὶ τὸν Σῶσιν ἀπέφαινε τῶν Διονυσίου δορυφόρων ἑνὸς ἀδελφὸν ὄντα καὶ δι᾽ ἐκείνου πεπεισμένον στασιάσαι καὶ συνταράξαι τὴν πόλιν, οὐδεμιᾶς Διονυσίῳ σωτηρίας οὔσης, πλὴν τῆς ἐκείνων ἀπιστίας καὶ διαφορᾶς πρὸς αὑτούς, [4] ἅμα δ᾽ οἱ μὲν ἰατροὶ τοῦ Σώσιδος τὸ τραῦμα καταμανθάνοντες εὕρισκον ἐξ ἐπιπολῆς μᾶλλον καταφορᾶς γεγενημένον. αἱ μὲν γὰρ ὑπὸ ξίφους πληγαὶ μάλιστα τὸ μέσον ὑπὸ βάρους πιέζουσι, τὸ δὲ τοῦ Σώσιδος λεπτὸν ἦν διόλου καὶ πολλὰς εἶχεν ἀρχάς, ὡς εἰκὸς, ὑπ᾽ ἀλγηδόνος ἀνιέντος, εἶτα αὖθις ἐπάγοντος. [5] ἧκον δέ τινες τῶν γνωρίμων ξυρὸν κομίζοντες εἰς τὴν ἐκκλησίαν, καὶ διηγούμενοι βαδίζουσιν αὐτοῖς καθ᾽ ὁδὸν ἀπαντῆσαι τὸν Σῶσιν ᾑμαγμένον καὶ λέγοντα φεύγειν τοὺς Δίωνος ξένους ὡς ἀρτίως ὑπ᾽ ἐκείνων τετρωμένος: εὐθὺς οὖν διώκοντες ἄνθρωπον μὲν οὐδένα λαβεῖν, ὑπὸ πέτραν δὲ κοίλην κείμενον ἰδεῖν ξυρὸν, ὅθεν ἐκεῖνος ὤφθη προσερχόμενος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1918)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: