previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τῶν δ᾽ ἐν τῇ πόλει Συρακουσίων οἱ μὲν γνώριμοι καὶ χαρίεντες ἐσθῆτα καθαρὰν ἔχοντες ἀπήντων ἐπὶ τάς πύλας, οἱ δὲ πολλοὶ τοῖς τυράννου φίλοις ἐπετίθεντο καὶ συνήρπαζον τοὺς καλουμένους προσαγωγίδας, ἀνθρώπους ἀνοσίους καὶ θεοῖς ἐχθρούς, οἳ περιενόστουν ἐν τῇ πόλει καταμεμιγμένοι τοῖς Συρακουσίοις πολυπραγμονοῦντες καὶ διαγγέλλοντες τῷ τυράννῳ τάς τε διανοίας καὶ τάς φωνὰς ἑκάστων, [2] οὗτοι μὲν οὖν πρῶτοι δίκην ἐδίδοσαν ὑπὸ τῶν προστυγχανόντων ἀποτυμπανιζόμενοι Τιμοκράτης δὲ συμμῖξαι τοῖς φρουροῦσι τὴν ἀκρόπολιν μὴ δυνηθείς ἵππον λαβὼν διεξέπεσε τῆς πόλεως καὶ πάντα φεύγων ἐνέπλησε φόβου καὶ ταραχῆς, ἐπὶ μεῖζον αἴρων τὰ τοῦ Δίωνος, ὡς μὴ δοκοίη μέτριόν τι δείσας ἀποβεβληκέναι τὴν πόλιν. [3] ἐν τούτῳ δὲ καὶ Δίων προσερχόμενος ἤδη καταφανὴς ἦν, πρῶτος αὐτὸς ὡπλισμένος λαμπρῶς, καὶ παρ᾽ αὐτὸν ἔνθεν μὲν ἀδελφὸς Μεγακλῆς, ἔνθεν δὲ Κάλλιππος Ἀθηναῖος, ἐστεφανωμένοι. τῶν δὲ ξένων ἑκατὸν μὲν εἵποντο φύλακες περὶ τὸν Δίωνα, τοὺς δ᾽ ἄλλους ἦγον οἱ λοχαγοὶ διακεκοσμημένους, θεωμένων τῶν Συρακουσίων καὶ δεχομένων ὥσπερ ἱεράν τινα καὶ θεοπρεπῆ πομπὴν ἐλευθερίας καὶ δημοκρατίας δι᾽ ἐτῶν ὀκτὼ καὶ τετταράκοντα κατιούσης εἰς τὴν πόλιν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1918)
hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: