previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

γὰρ Ἡρακλείδης αὖθις ἐπέκειτο: καὶ πρῶτον μὲν εἰς συνέδριον παρακαλούμενος οὐκ ἐβούλετο βαδίζειν ἰδιώτης γὰρ ὢν μετὰ τῶν ἄλλων ἐκκλησιάζειν πολιτῶν, ἔπειτα κατηγόρει [p. 112] τοῦ Δίωνος ὅτι τὴν ἄκραν οὐ κατέσκαψε καὶ τῷ δήμῳ τὸν Διονυσίου τάφον ὡρμημένῳ λῦσαι καὶ τὸν νεκρὸν ἐκβαλεῖν οὐκ ἐπέτρεψε, μεταπέμπεται δὲ ἐκ Κορίνθου συμβούλους καὶ συνάρχοντας, ἀπαξιῶν τοὺς πολίτας. [2] τῷ δ᾽ ὄντι μετεπέμπετο τοὺς Κορινθίους Δίων, ἣν ἐπενόει πολιτείαν ῥᾷον ἐλπίζων καταστήσειν ἐκείνων παραγενομένων, ἐπενόει δὲ τὴν μὲν ἄκρατον δημοκρατίαν, ὡς οὐ πολιτείαν, ἀλλὰ παντοπώλιον οὖσαν πολιτειῶν, κατὰ τὸν Πλάτωνα, κωλύειν, Λακωνικὸν δέ τι καὶ Κρητικὸν σχῆμα μιξάμενος ἐκ δήμου καὶ βασιλείας, ἀριστοκρατίαν ἔχον τὴν ἐπιστατοῦσαν καὶ βραβεύουσαν τὰ μέγιστα, καθιστάναι καὶ κοσμεῖν, ὁρῶν καὶ τοὺς Κορινθίους ὀλιγαρχικώτερόν τε πολιτευομένους καὶ μὴ πολλὰ τῶν κοινῶν ἐν τῷ δήμῳ πράττοντας.

[3] ὡς οὖν μάλιστα πρὸς ταῦτα τὸν Ἡρακλείδην ἐναντιώσεσθαι προσεδόκα, καὶ τἆλλα ταραχώδης καὶ εὐμετάθετος καὶ στασιαστικὸς ἦν, οὓς πάλαι βουλομένους αὐτὸν ἐκώλυεν ἀνελεῖν, τούτοις ἐπέτρεψε τότε: καὶ παρελθόντες εἰς τὴν οἰκίαν ἀποκτιννύουσιν αὐτόν, [4] ἐλύπησε δὲ σφόδρα τοὺς Συρακουσίους ἀποθανών. ὅμως δὲ τοῦ Δίωνος ταφάς τε λαμπρὰς παρασκευάσαντος καὶ μετὰ τοῦ στρατεύματος ἑπομένου προπέμψαντος τὸν νεκρόν, εἶτα διαλεχθέντος αὐτοῖς, συνέγνωσαν ὡς οὐ δυνατὸν ἦν ταρασσομένην παύσασθαι τὴν πόλιν Ἡρακλείδου καὶ Δίωνος ἅμα πολιτευομένων. [p. 114]

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1918)
hide References (3 total)
  • Cross-references to this page (1):
  • Cross-references in notes to this page (1):
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: