previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἦν μὲν οὖν ἤδη μοχθηρὰ τὰ περὶ τὸν [p. 76] Σῶσιν προσγενομένων δὲ τούτοις τοῖς ἐλέγχοις οἰκετῶν καταμαρτυρούντων ὡς ἔτι νυκτὸς ἐξέλθοι μόνος ἔχων τὸ ξυρόν, οἵ τε κατηγοροῦντες τοῦ Δίωνος ὑπεχώρησαν τε δῆμος καταψηφισάμενος θάνατον τοῦ Σώσιδος διηλλάσσετο τῷ Δίωνι.

[2] τοὺς δὲ μισθοφόρους οὐδὲν ἧττον ἐν ὑποψίαις εἶχον, καὶ μάλιστα τῶν πλείστων ἀγώνων πρὸς τὸν τύραννον ἤδη γινομένων κατὰ θάλατταν, ἐπειδὴ Φίλιστος ἧκεν ἐξ Ἰαπυγίας ἔχων πολλὰς τριήρεις Διονυσίῳ βοηθήσων, καὶ τῶν ξένων ὄντων ὁπλιτῶν οὐδεμίαν ἔτι χρῆσιν ἐνόμιζον εἶναι πρὸς τὸν πόλεμον, ἀλλὰ κἀκείνους ἐφ᾽ ἑαυτοῖς ἔσεσθαι ναυβάταις οὖσι καὶ τὸ κράτος ἐκ τῶν νεῶν κτωμένοις. [3] ἔτι δὲ μᾶλλον αὐτοὺς ἐπῆρεν εὐτυχία τις γενομένη κατὰ θάλασσαν, ἐν νικήσαντες τὸν Φίλιστον ὠμῶς καὶ βαρβαρικῶς αὐτῷ προσηνέχθησαν. Ἔφορος μὲν οὖν φησιν ὡς ἁλισκομένης τῆς νεὼς ἑαυτὸν ἀνέλοι, Τιμωνίδης δὲ πραττομέναις ἐξ ἀρχῆς ταῖς πράξεσι ταύταις μετὰ Δίωνος παραγενόμενος καὶ γράφων πρὸς Σπεύσιππον τὸν φιλόσοφον ἱστορεῖ ζῶντα ληφθῆναι τῆς τριήρους εἰς τὴν γῆν ἐκπεσούσης τὸν [4] Φίλιστον καὶ πρῶτον μὲν ἀποδύσαντας αὐτοῦ τὸν θώρακα τοὺς Συρακουσίους καὶ γυμνὸν ἐπιδειξαμένους τὸ σῶμα προπηλακίζειν ὄντος ἤδη γέροντος: ἔπειτα τὴν κεφαλὴν ἀποτεμεῖν καὶ τοῖς παισὶ παραδοῦναι τὸ σῶμα, κελεύσαντας ἕλκειν διὰ τῆς Ἀχραδινῆς καὶ καταβαλεῖν εἰς τὰς Λατομίας. [5] ἔτι δὲ μᾶλλον ἐφυβρίζων Τίμαιος ἐκ τοῦ σκέλους φησὶ τοῦ χωλοῦ τὰ παιδάρια τὸν νεκρὸν ἐφαψάμενα τοῦ Φιλίστου σύρειν διὰ τῆς πόλεως: χλευαζόμενον ὑπὸ τῶν Συρακουσίων πάντων, [p. 78] ὁρώντων τοῦ σκέλους ἑλκόμενον τὸν εἰπόντα μὴ δεῖν ἐκ τυραννίδος φεύγειν Διονύσιον ἵππῳ ταχεῖ χρώμενον, ἀΧλὰ τοῦ σκέλους ἑλκόμενον. καίτοι τοῦτο Φίλιστος, ὡς ὑφ᾽ ἑτέρου λεχθέν, οὐχ ὑφ᾽ αὑτοῦ, πρὸς Διονύσιον ἐξήγγελκεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1918)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: