previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Εἰ δεῖ παρὰ πότον αὐλητρίσι 1 χρῆσθαι.


περὶ ἀκροαμάτων ἐν Χαιρωνείᾳ λόγοι παρὰ πότον ἐγένοντο Διογενιανοῦ τοῦ Περγαμηνοῦ παρόντος, καὶ πράγματ᾽ εἴχομεν ἀμυνόμενοι βαθυπώγωνα σοφιστὴν ἀπὸ τῆς Στοᾶς, ὃς ἐπήγαγε τὸν Πλάτωνα 2 κατηγοροῦντα τῶν αὐλητρίσι χρωμένων παρ᾽ οἶνον, ἀλλήλοις δὲ συγγίγνεσθαι διὰ λόγου μὴ δυναμένων. καίτοι παρὼν ἀπὸ τῆς αὐτῆς [p. 285] παλαίστρας Φίλιππος Προυσιεὺς ἐᾶν ἐκέλευσε τοὺς παρ᾽ Ἀγάθωνι δαιτυμόνας ἐκείνους παντὸς αὐλοῦ καὶ πηκτίδων ἐπιτερπέστερα φθεγγομένους οὐ γὰρ αὐλητρίδα, παρόντων ἐκείνων, ἐκπεσεῖν θαυμαστὸν ἦν, ἀλλ᾽ εἰ μὴ καὶ πότου καὶ σίτου λήθη κατελάμβανεν ὑφ᾽ ἡδονῆς καὶ κηλήσεως τὸ συμπόσιον. καίτοι Ξενοφῶν οὐκ ᾐσχύνθη, Σωκράτους καὶ Ἀντισθένους καὶ ἄλλων παρόντων τοιούτων, τὸν γελωτοποιὸν φέρων Φίλιππον, ὥσπερ Ὅμηρος 3 τὸκρόμυον 4 ποτῷ ὄψον,’ ὑποδεῖξαι 5 τοῖς ἀνδράσι. Πλάτων δὲ τὸν τ᾽ Ἀριστοφάνους 6 λόγον περὶ τοῦ ἔρωτος ὡς κωμῳδίαν ἐμβέβληκεν εἰς τὸ Συμπόσιον, καὶ τελευτῶν ἔξωθεν ἀναπετάσας τὴν αὔλειον 7 ἐπάγει δρᾶμα τῶν ποικιλωτάτων, μεθύοντα καὶ κώμῳ χρώμενον ἐστεφανωμένον Ἀλκιβιάδην. εἶθ᾽ οἱ πρὸς Σωκράτην διαπληκτισμοὶ περὶ Ἀγάθωνος καὶ Σωκράτους ἐγκώμιον, φίλαι Χάριτες 8, ἆρά γ᾽ εἰπεῖν 9 ὅσιόν ἐστιν, ὅτι, τοῦ Ἀπόλλωνος ἥκοντος εἰς τὸ συμπόσιον ἡρμοσμένην τὴν λύραν ἔχοντος, ἱκέτευσαν ἂν 10 οἱ παρόντες ἐπισχεῖν τὸν θεόν, ἕως λόγος συμπερανθῇ καὶ λάβῃ τέλος; ‘εἶτ᾽ ἐκεῖνοι μὲν οἱ ἄνδρεςἔφητοσαύτην ἐν τῷ διαλέγεσθαι χάριν ἔχοντες, ὅμως ἐχρῶντο τοῖς ἐπεισοδίοις καὶ διεποίκιλλον τὰ συμπόσια παιδιαῖς τοιαύταις: ἡμεῖς δὲ μεμιγμένοι πολιτικοῖς καὶ ἀγοραίοις ἀνδράσι, πολλοῖς δ᾽, ὅταν [p. 286] οὕτω τύχωμεν, ἰδιώταις καὶ ὑπαγροικοτέροις ἐκβάλωμεν τὴν τοιαύτην χάριν καὶ διατριβὴν ἐκ τῶν συμποσίων ἀπίωμεν, ὥσπερ τὰς Σειρῆνας ἐπιούσας φεύγοντες;. ἀλλὰ Κλειτόμαχος μὲν ἀθλητὴς ἐξανιστάμενος καὶ ἀπιών, εἴ τις ἐμβάλοι λόγον ἐρωτικόν, ἐθαυμάζετο 11: φιλόσοφος δ᾽ ἀνὴρ αὐλὸν ἐκ συμποσίου φεύγων καὶ ψαλτρίας ἁρμοζομένης ὑποδεῖσθαι 12 βοῶν ταχὺ καὶ τὸν λυχνοῦχον 13 ἅπτειν οὐ καταγέλαστός ἐστι, τὰς ἀβλαβεστάτας ἡδονάς, ὥσπερ οἱ κάνθαροι τὰ μύρα, βδελυττόμενος 14; εἰ γὰρ ἄλλοτε, μάλιστα δήπου παρὰ πότον, προσπαιστέον ἐστὶ τούτοις καὶ δοτέον εἰς ταῦτα τῷ θεῷ τὴν ψυχήν. ὡς τὰ γ᾽ ἄλλα φίλος ὢν Εὐριπίδης 15 ἐμὲ γοῦν οὐ πέπεικε, περὶ μουσικῆς νομοθετῶν, ὡς ἐπὶ τὰ πένθη καὶ τὰς βαρυφροσύνας μετακομιστέας οὔσης: ἐκεῖ μὲν γὰρ ὥσπερ ἰατρὸν ἐφιστάναι δεῖ νοσοῦσιν ἐσπουδακότα καὶ νήφοντα τὸν λόγον, τὰς δὲ τοιαύτας ἡδονὰς τῷ Διονύσῳ καταμίξαντας ἐν παιδιᾶς μέρει τίθεσθαι. χάριεν γάρ τοι τὸ τοῦ Λάκωνος, ὃς 16, Ἀθήνησι καινῶν ἀγωνιζομένων τραγῳδῶν, θεώμενος τὰς παρασκευὰς τῶν χορηγῶν καὶ τὰς σπουδὰς τῶν διδασκάλων καὶ τὴν ἅμιλλαν οὐκ ἔφη σωφρονεῖν τὴν πόλιν μετὰ τοσαύτης; σπουδῆς παίζουσαν: τῷ γὰρ ὄντι παίζοντα δεῖ: παίζειν καὶ μήτε δαπάνης πολλῆς μήτε τῶν πρὸς ἄλλα χρησίμων καιρῶν ὠνεῖσθαι τὸ ῥᾳθυμεῖν, ἀλλ᾽ ἐν πότῳ καὶ ἀνέσει [p. 287] τῶν τοιούτων ἀπογεύεσθαι καὶ σκοπεῖν ἅμα τερπόμενον 17, εἴ τι χρήσιμον ἐξ αὐτῶν λαβεῖν ἔστιν.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Goodwin, 1874)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: