previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



χαρίεντος ἀνδρός, Σόσσιε Σενεκίων, καὶ φιλανθρώπου λόγον ἔχουσι Ῥωμαῖοι διὰ στόματος, ὅστις ἦν εἰπών, ἐπεὶ μόνος ἐδείπνησε, ‘βεβρωκέναι, μὴ δεδειπνηκέναι σήμερον:’ ὡς τοῦ δείπνου κοινωνίαν καὶ φιλοφροσύνην ἐφηδύνουσαν ἀεὶ ποθοῦντος. Εὔηνος 1 μὲν γὰρ ἔλεγε τὸ πῦρ ἥδιστον εἶναι ἡδυσμάτων 2, καὶ τὸν ἅλαθεῖονὍμηρος 3 οἱ δὲ πολλοὶχάριταςκαλοῦσιν, ὅτι ἐπὶ 4 τὰ πλεῖστα μιγνύμενος εὐάρμοστα τῇ γεύσει καὶ προσφιλῆ ποιεῖ καὶ κεχαρισμένα: δείπνου δὲ καὶ τραπέζης θειότατον ὡς ἀληθῶς ἥδυσμα φίλος ἐστὶ παρὼν καὶ συνήθης καὶ γνώριμος οὐ τῷ συνεσθίειν καὶ συμπίνειν, ἀλλ᾽ ὅτι λόγου μεταλαμβάνει καὶ μεταδίδωσιν, ἄν γε δὴ χρήσιμον ἐνῇ τι καὶ πιθανὸν καὶ οἰκεῖον τοῖς λεγομένοις: ἐπεὶ τούς γε πολλοὺς αἱ παρ᾽ οἶνον ἀδολεσχίαι ληροῦντας ἐμβάλλουσι πρὸς τὰ πάθη 5 καὶ προσδιαστρέφουσιν. ὅθεν ἄξιόν ἐστι μηδὲν ἧττον λόγους φίλους δεδοκιμασμένους παραλαμβάνειν ἐπὶ τὰ δεῖπνα, τοὐναντίον Λακεδαιμόνιοι [p. 249] φρονοῦντας καὶ λέγοντας: ἐκεῖνοι μὲν γάρ, ὅταν 6 νέον ξένον εἰς τὸ φιδίτιον 7 παραλάβωσι, τὰς θυρίδας δείξαντεςταύτῃφασὶνοὐκ ἐξέρχεται λόγος:’ ἡμεῖς, δ᾽ ἑαυτοὺς χρῆσθαι λόγοις συνεθίζομεν 8, ὧν πᾶσὶν ἐστι καὶ πρὸς πάντας ἐξαγωγή, διὰ τὰς ὑποθέσεις μηδὲν ἀκόλαστον μηδὲ βλάσφημον μηδὲ κακόηθες ἐχούσας 9 μηδ᾽ ἀνελεύθερον. ἔξεστι δὲ κρίνειν τοῖς παραδείγμασιν, ὧν τὴν ἑβδόμην δεκάδα τουτὶ περιέχει τὸ βιβλίον. [p. 250]

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Goodwin, 1874)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: