previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



ἕκτον οὖν τοῦτό σοι πέμπω τῶν Συμποσιακῶν, ἐν πρῶτόν ἐστι τὸ περὶ τοῦ διψῆν μᾶλλον πεινῆν τοὺς νηστεύοντας. ἄλογον γὰρ ἐφαίνετο διψῆν μᾶλλον πεινῆν τοὺς ἐκνηστεύσαντας: γὰρ ἔνδεια τῆς ξηρᾶς τροφῆς ἀναπλήρωσιν οἰκείαν ἐδόκει καὶ κατὰ 1 φύσιν ἐπιζητεῖν. ἔλεγον οὖν ἐγὼ τοῖς παροῦσιν, ὅτι τῶν ἐν ἡμῖν μόνον μάλιστα δεῖται τροφῆς τὸ θερμόν ὥσπερ ἀμέλει βλέπομεν ἔξω 2 μήτ᾽ ἀέρα μήθ᾽ ὕδωρ μήτε γῆν ἐφιέμενα τοῦ τρέφεσθαι μηδ᾽ 3 ἀναλίσκοντα τὸ πλησιάζον, ἀλλὰ μόνον τὸ πῦρ. 4 καὶ τὰ νέα βρωτικώτερα τῶν πρεσβυτέρων ὑπὸ θερμότητος: καὶ τοὐναντίον οἱ γέροντες ῥᾷστα νηστείαν φέρουσιν: ἀμβλὺ γὰρ ἐν αὐτοῖς καὶ μικρὸν ἤδη τὸ θερμόν ἐστιν, ὥσπερ ἐν τοῖς ἀναίμοις τῶν ζῴων, δὴ καὶ τροφῆς ἣκιστα προσδεῖται δι᾽ ἔνδειαν θερμότητος: αὐτὸν θ᾽ ἕκαστον αὑτοῦ 5 γυμνάσια καὶ κραυγαὶ καὶ ὅσα τῷ κινεῖν αὔξει [p. 218] τὸ θερμόν, ἥδιον φαγεῖν ποιεῖ καὶ προθυμότερον τροφὴ δὲ τῷ θερμῷ, καθάπερ νομίζω, πρῶτον 6 κατὰ φύσιν, μάλιστα τὸ ὑγρόν ἐστιν, ὡς αἵ τε φλόγες αὐξανόμεναι τῷ ἐλαίῳ δηλοῦσι καὶ τὸ πάντων ξηρότατον εἶναι τέφραν 7: ἐκκέκαυται γὰρ τὸ νοτερόν, τὸ δὲ γεῶδες ἔρημον ἰκμάδος λέλειπται: καὶ ὁμοίως διίστησι 8 καὶ διαιρεῖ τὰ σώματα τὸ πῦρ τῷ ἐξαιρεῖν 9 τὴν κολλῶσαν ὑγρότητα καὶ συνδέουσαν. ὅταν οὖν νηστεύσωμεν, ἐκ τῶν ὑπολειμμάτων τῆς ἐν τῷ σώματι τροφῆς ἀποσπᾶται βίᾳ τὸ ὑγρὸν ὑπὸ τοῦ θερμοῦ τὸ πρῶτον, εἶτ᾽ ἐπ᾽ αὐτὴν βαδίζει τὴν σύμφυτον λιβάδα τῆς σαρκὸς πύρωσις διώκουσα τὸ νοτερόν 10: γενομένης οὖν ὥσπερ ἐν πηλῷ ξηρότητος, ποτοῦ μᾶλλον τὸ σῶμα δεῖσθαι πέφυκεν, ἄχρι οὗ πιόντων ἀναρρωσθὲν καὶ ἰσχῦσαν τὸ θερμὸν ἐμβριθοῦς τροφῆς ὄρεξιν ἐργάσηται.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Goodwin, 1874)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: