previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



ἐγὼ δ᾽ Σύμμαχος ἔφητῷ πράγματι μετὰ σπουδῆς πρόσειμι καὶ διαλεκτικώτερον. εἰ γὰρ ὄψον ἐστὶ τὸ τὴν τροφὴν ἐφηδῦνον, ἄριστον ἂν ὄψον εἴη τὸ μάλιστα τὴν ὄρεξιν ἐπὶ τῷ σίτῳ κατασχεῖν δυνάμενον. ὥσπερ οὖν οἱ προσαγορευθέντες Ἐλπιστικοὶ φιλόσοφοι συνεκτικώτατον εἶναι τοῦ βίου τὸ ἐλπίζειν ἀποφαίνονται 1 τῷ ἀπούσης 2 ἐλπίδος οὐδ᾽ 3 [p. 164] ἡδυνούσης οὐκ ἀνεκτὸν 4 εἶναι τὸν βίον, οὕτω καὶ τῆς ἐπὶ τὴν τροφὴν ὀρέξεως συνεκτικὸν θετέον, οὗ μὴ παρόντος 5 ἄχαρις γίγνεται τροφὴ πᾶσα καὶ δυσπρόσοιστος 6. τῶν μὲν οὖν ἐκ γῆς τοιοῦτον οὐδὲν εὑρήσεις, τῶν δὲ θαλαττίων τὸν ἅλα πρῶτον, οὗ χωρὶς οὐδὲν ὡς ἔπος εἰπεῖν ἐστιν ἐδώδιμον: ἀλλὰ καὶ τὸν ἄρτον οὗτος ἐμμιγνύμενος συνηδύνει: διὸ καὶ Δήμητρος σύνναος Ποσειδῶν, καὶ τῶν ἄλλων ὄψων οἱ ἅλες ἥδιστον 7 ὄψον εἰσίν. οἱ γοῦν ἥρωες εὐτελοῦς καὶ λιτῆς ἐθάδες ὥσπερ ἀσκηταὶ διαίτης ὄντες καὶ τῆς τροφῆς πᾶσαν ἡδονὴν ἐπίθετον καὶ περίεργον ἀφελόντες, ὡς μηδ᾽ ἰχθύσι χρῆσθαι παρὰ τὸν Ἑλλήσποντον στρατοπεδεύοντες, οὐχ ὑπέμενον τὰ κρέα χωρὶς ἁλῶν προσφέρεσθαι, μαρτυροῦντες ὅτι τοῦτο τῶν ὄψων μόνον ἀπαραίτητόν ἐστιν. ὡς γὰρ τὰ χρώματα τοῦ φωτός 8, οὕτως οἱ χυμοὶ τοῦ ἁλὸς 9 δέονται πρὸς τὸ κινῆσαι 10 τὴν αἴσθησιν εἰ δὲ μή 11, βαρεῖς τῇ γεύσει προσπίπτουσι καὶ ναυτιώδεις. ‘νέκυες γὰρ κοπρίων ἐκβλητότεροικαθ᾽ Ἡράκλειτον 12, κρέας δὲ πᾶν νεκρόν ἐστι καὶ νεκροῦ μέρος: δὲ τῶν ἁλῶν δύναμις, ὥσπερ ψυχὴ παραγενομένη, χάριν αὐτῷ καὶ ἡδονὴν προστίθησι. διὸ καὶ προλαμβάνουσι τῆς ἄλλης τροφῆς τὰ δριμέα καὶ τὰ [p. 165] ἁλμυρά, καὶ ὅλως ὅσα μάλιστα τῶν ἁλῶν μετέσχηκε: γίγνεται γὰρ φίλτρα ταῦτα τῇ ὀρέξει πρὸς τἄλλα 13 ὄψα, καὶ δελεασθεῖσα διὰ τούτων ἐπ᾽ ἐκεῖνα πρόσεισι νεαλὴς καὶ πρόθυμος: ἐὰν δ᾽ ἀπ᾽ ἐκείνων ἄρξηται, ταχέως ἀπαγορεύει. οὐ μόνον τοίνυν πρὸς τὴν τροφὴν ἀλλὰ καὶ πρὸς ποτὸν 14 ὄψον εἰσὶν οἱ ἅλες. τὸ μὲν γὰρ Ὁμηρικὸν 15 ἐκεῖνοκρόμυον ποτῷ ὄψονναύταις καὶ κωπηλάταις μᾶλλον βασιλεῦσιν ἐπιτήδειον ἦν: τὰ δ᾽ ὑφαλμυρίζοντα μετρίως τῶν σιτίων δι᾽ εὐστομίαν πᾶν μὲν οἴνου γένος ἡδὺ τῇ γεύσει καὶ λεῖον ἐπάγει, πᾶν δ᾽ ὕδωρ προσφιλὲς παρέχεσθαι 16 ἄλκιμον: ἀηδίας δὲ καὶ δυσχερείας, ἣν ἐμποιεῖ τὸ κρόμμυον, οὐδ᾽ ὀλίγον μετέσχηκεν ἀλλὰ καὶ διαφορεῖ τὴν ἄλλην τροφὴν καὶ παραδίδωσιν εὐπειθῆ καὶ μαλακωτέραν τῇ πέψει 17, εὔχαριν μὲν χάριν 18 ὄψου δύναμιν δὲ φαρμάκου τῷ σώματι τῶν ἁλῶν 19 προσφερομένων. καὶ μὴν τὰ γ᾽ ἄλλα θαλάττης ὄψα πρὸς τῷ ἡδίστῳ καὶ τὸ ἀβλαβέστατον ἔχει: κρεώδη μὲν γάρ ἐστιν οὐ βαρύνει δ᾽ ὁμοίως, ἀλλὰ καταπέττεται καὶ διαφορεῖται ῥᾳδίως. μαρτυρήσει δ᾽ οὑτοσὶ Ζήνων καὶ νὴ Δία Κράτων, οἳ τοὺς ἀσθενοῦντας πρὸ τῶν ἄλλων ἁπάντων ἐπὶ τὸν ἰχθὺν ἄγουσιν ὡς κουφότατον ὄψων. καὶ λόγον ἔχει τὴν θάλατταν ὑγιεινὰ καὶ διαπεπονημένα τοῖς σώμασιν [p. 166] ἐκτρέφειν, εἴ γε καὶ ἡμῖν ἀέρα λεπτότητι καὶ καθαρότητι πρόσφορον ἀναδίδωσιν.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Goodwin, 1874)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: