previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



ἐκ δὲ τούτου πολλὰ καὶ τῶν ἀκαίρων ἐνίοις ἐπῄει λέγειν, ὡς οὐκ ἄχρηστον εἰδέναι καὶ φυλάττεσθαι: οἷον Πομπηίῳ Μάγνῳ φασὶν ἀπὸ τῆς μεγάλης ἐπανήκοντι στρατείας 1 τὸν διδάσκαλον τῆς θυγατρὸς ἀπόδειξιν διδόντα, βιβλίου κομισθέντος ἐνδοῦναι τῇ παιδὶ τοιαύτην ἀρχήν,
ἤλυθες ἐκ πολέμου: ὡς ὤφελες αὐτόθ᾽ ὀλέσθαι.
Κασσίῳ δὲ Λογγίνῳ λόγου προσπεσόντος ἀδεσπότου, τὸν υἱὸν ἐπὶ ξένης τεθνάναι, καὶ τἀληθὲς 2 ἔχοντος εἰπεῖν οὐδενὸς 3 οὐδ᾽ ἀνελεῖν τὸ ὕποπτον, εἰσελθὼν συγκλητικὸς ἀνὴρ πρὸς αὐτὸν ἤδη πρεσβύτερος [p. 361]οὐ καταφρονήσεις 4ἔφηΛογγῖνε, λαλιᾶς ἀπίστου καὶ κακοήθους φήμης, ὥσπερ οὐκ εἰδὼς οὐδ᾽ ἀνεγνωκὼς 5 τὸ
φήμη δ᾽ οὔ τις πάμπαν ἀπόλλυται 6
7 δ᾽ ἐν Ῥόδῳ στίχον αἰτήσαντι γραμματικῷ ποιουμένῳ δεῖξιν 8 ἐν τῷ θεάτρῳ προτείνας
ἔρρ᾽ ἐκ νήσου θᾶσσον, ἐλέγχιστε ζωόντων
9 ἄδηλον εἴτε παίζων ἐφύβρισεν εἴτ᾽ ἄκων ἠστόχησε. ταῦτα μὲν οὖν παρηγόρησεν ἀστείως τὸν θόρυβον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: