previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



πρῶτον οὖν Μάξιμος ἔφητῶν ἐπῶν οὕτως ἐχόντων
ἔνθ᾽ ἐπορεξάμενος μεγαθύμου Τυδέος υἱὸς 1
ἄκρην οὔτασε χεῖρα, μετάλμενος ὀξέι δουρί,
[p. 367] δῆλόν ἐστιν, ὅτι 2 τὴν ἀριστερὰν 3 πατάξαι βουλόμενος οὐκ ἐδεῖτο μεταπηδήσεως 4, ἐπεὶ κατὰ τὴν ἀριστερὰν τὴν δεξιὰν εἶχεν ἐξ ἐναντίου προσφερόμενος: καὶ γὰρ εὔλογον ἦν τὴν ἐρρωμενεστέραν χεῖρα καὶ μᾶλλον τοῦ Αἰνείου φερομένου περιεχομένην ἐκεῖνόν τε τρῶσαι καὶ τὴν τρωθεῖσαν προέσθαι τὸ σῶμα. δεύτερον 5, εἰς τὸν οὐρανὸν αὐτῆς ἀνακομισθείσης, καὶ τὴν Ἀθηνᾶν ἀναγελάσαι 6 λέγουσαν
μάλα δή τινα Κύπρις Ἀχαιιάδων 7 ἀνιεῖσα 8
Τρωσὶν ἅμα σπέσθαι, τοὺς νῦν ἔκπαγλα φίλησε.
τῶν τινα καρρέζουσα Ἀχαιιάδων βαθυκόλπων 9,
πρὸς χρυσῇ περόνῃ καταμύξατο 10 χεῖρα ἀραιήν.
οἶμαι δὲ καὶ σέεἶπεν βέλτιστε διδασκάλων, ὅταν τινὰ τῶν μαθητῶν φιλοφρονούμενος καταψᾷς καὶ καταρρέζῃς 11, μὴ τῇ ἀριστερᾷ χειρὶ τοῦτο 12 ποιεῖν ἀλλὰ τῇ δεξιᾷ. καθάπερ εἰκός ἐστι καὶ τὴν Ἀφροδίτην, ἐπιδεξιωτάτην θεῶν οὖσαν, οὕτω φιλοφρονεῖσθαι τὰς ἡρωίδας.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: