previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



καὶ μὴν γ᾽ Ὀδυσσεὺς τῷ Ἀλκινόῳ 1
σοὶ δ᾽ ἐμὰ κήδεα θυμὸς ἐπετράπετο 2 στονόεντα 3
εἴρεσθ᾽, ὄφρ᾽ ἔτι μᾶλλον ὀδυρόμενος στεναχίζω.
καὶ πρὸς τὸν χορὸν Οἰδίπους
δεινὸν μὲν τὸ πάλαι κείμενον ἤδη κακόν, ξεῖν᾽, ἐπεγείρειν 4.
5 δ᾽ Εὐριπίδης τοὐναντίον
ὡς ἡδὺ μεμνῆσθαι 6 πόνων
... 7 οὐ τοῖς ἔτι πλανωμένοις καὶ κακὰ 8 φέρουσι. τῶν οὖν κακῶν φυλακτέον ἐστὶ τὰς ἐρωτήσεις: ἀνιῶνται γὰρ διηγούμενοι καταδίκας αὑτῶν ταφὰς παίδων τινας κατὰ γῆν οὐκ εὐτυχεῖς κατὰ θάλατταν ἐμπορίας. τὸ δὲ πῶς εὐημέρησαν ἐπὶ βήματος 9 προσηγορεύθησαν ὑπὸ τοῦ βασιλέως τῶν ἄλλων περιπεσόντων χειμῶσιν λῃσταῖς αὐτοὶ διέφυγον τὸν κίνδυνον, ἡδέως ἐρωτῶνται πολλάκις, καὶ τρόπον τινὰ τῷ λόγῳ τοῦ πράγματος ἀπολαύοντες ἀπλήστως ἔχουσι τοῦ διηγεῖσθαι καὶ μνημονεύειν. χαίρουσι δὲ καὶ περὶ φίλων εὐτυχούντων ἐρωτώμενοι καὶ περὶ παίδων προκοπτόντων ἐν [p. 55] μαθήμασιν 10 συνηγορίαις φιλίαις βασιλέων. ἐχθρῶν δὲ καὶ δυσμενῶν ὀνείδη καὶ βλάβας καὶ καταδίκας ἐξελεγχθέντων καὶ σφαλέντων ἣδιον ἐρωτώμενοι καὶ προθυμότερον ἐξαγγέλλουσιν αὐτοὶ δ᾽ ἀφ᾽ αὑτῶν ὀκνοῦσι φυλαττόμενοι δόξαν ἐπιχαιρεκακίας. ἥδιον δὲ καὶ περὶ κυνῶν ἄνδρα θηρευτικὸν ἐρωτᾶν καὶ φιλαθλητὴν περὶ γυμνικῶν ἀγώνων καὶ περὶ καλῶν ἐρωτικόν. δ᾽ εὐσεβὴς καὶ φιλοθύτης διηγηματικὸς ὀνείρων, καὶ ὅσα χρησάμενος φήμαις ἱεροῖς θεῶν εὐμενείᾳ κατώρθωσεν, ἡδέως ἂν καὶ περὶ τούτων ἐρωτῷτο 11. τοῖς δὲ πρεσβύταις, κἂν μηδὲν διήγησις προσήκουσα, πάντως οἱ ἐρωτῶντες χαρίζονται καὶ κινοῦσι βουλομένους.
Νέστορ Νηληιάδη, σὺ δ᾽ ἀληθὲς ἐνίσπες, 12
πῶς ἔθαν᾽ Ἀτρείδης; ... 13
ποῦ Μενέλαος ἔην 14; ... 15
16 οὐκ Ἄργεος ἦεν Ἀχαιικοῦ;
πολλὰ ἐρωτῶν ἅμα καὶ πολλῶν λόγων ἀφορμὰς προσιέμενος 17, οὐχ, ὥσπερ ἔνιοι, συστέλλοντες εἰς τἀναγκαῖον 18 αὐτὸ καὶ συνελαύνοντες τὰς ἀποκρίσεις ἀφαιροῦνται τῆς γεροντικῆς διατριβῆς τὸ ἥδιστον. ὅλως δ᾽ οἱ θέλοντες εὐφραίνειν μᾶλλον λυπεῖν τοιαύτας ἐρωτήσεις προφέρονται, ὧν ταῖς ἀποκρίσεσιν οὐ ψόγος ἀλλ᾽ ἔπαινος, οὐδὲ μῖσος νέμεσις ἀλλ᾽ εὔνοια καὶ χάρις ἕπεται παρὰ τῶν ἀκουσάντων. ταῦτα μὲν οὖν τὰ περὶ τὰς ἐρωτήσεις. ’

1 Ἀλκίνῳ?

2 ἐπετέτραπτο mei

3 Hom. ι 12

4 ἐπεγείρειν X ex Sophocle: 3-4 Vd 6 E γειρεν

5 Soph. O C 510

6 μεμνῆσθαι *: 4 Vd 8 E; nihil aliud nisi μεμνῆσθαι supplendum esse et lac. ostendit et verba proxima

7 lac. 25 Vd 36 E. Fort. τῷ 'σωθέντι᾽ μόνον εἴρηκεν ἀλλ᾽ οὐ τοῖς ἔτι cett.

8 καὶ κακὰ] καινὰς mei. κἀνίας?

9 post βήματος suppleverim πρεσβεύσαντες εὐτύχησαν cf. Macrob. 7, 2, 11

10 μαθήμασιν *: μαθήμασι

11 ἐρωτῷτο Duebnerus: ἐρωτῶνται mei. ἐρωτῷτο ἂν S

12 Hom. γ 247

13 puncta add. Duebnerus

14 ἦν mei

15 puncta add. Duebnerus

16 *:

17 προιέμενος R

18 τἀναγκαῖον *: τὸ ἀναγκαῖον

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Goodwin, 1874)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: