previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



αὐτὸν μὲν οὖν ἐγὼ ἔφην τρόπον τινὰ τῷ λόγῳ δεξιὰν ὀρέγειν τὸν Ἀγέμαχον: οὐδὲν γὰρ ἒν γε τῷ παρόντι φαίνεσθαι πιθανώτερον, 1 ὅτι ταῖς βρονταῖς πολλάκις ὕδωρ συνεκπίπτει γόνιμον. αἰτία δ᾽ τῆς θερμότητος ἀνάμιξις: τὸ μὲν γὰρ ὀξὺ καὶ καθαρὸν τοῦ πυρὸς ἄπεισιν ἀστραπὴ γενόμενον, τὸ δ᾽ ἐμβριθὲς καὶ πνευματῶδες ἐνειλούμενον τῷ νέφει καὶ συμμεταβάλλον ἐξαιρεῖ 2 τὴν ψυχρότητα καὶ [p. 152] συνεκπονεῖ 3 τὸ ὑγρόν: ὥστε μάλιστα τὸ 4 προσηνὲς ἐνδύεσθαι τοῖς βλαστάνουσι καὶ ταχὺ παχύνειν. ἐπεὶ δὲ καὶ κράσεων ἰδιότητα καὶ χυμοῦ διαφορὰν ἐμποιεῖ 5 τὰ τοιαῦτα τοῖς ἀρδομένοις 6: ὥσπερ αἵ τε δρόσοι γλυκυτέραν ποιοῦσι τοῖς θρέμμασι τὴν πόαν, καὶ τὰ 7 τὴν ἶριν ἐξανθοῦντα νέφη, καθ᾽ ὧν ἂν ἐπερείσῃ 8 ξύλων, εὐωδίας ἀναπίμπλησι: καὶ ταύτῃ γνωρίζοντες οἱ παρ᾽ ἡμῖν ἰρίσκηπτα καλοῦσι, τὴν ἶριν 9 ὑπολαμβάνοντες ἐπισκήπτειν πολλῷ 10 μᾶλλον εἰκός ἐστι τοῖς ἀστραπαίοις καὶ κεραυνίοις ὕδασι καὶ πνεύμασι καὶ θερμότησιν εἰς βάθος ἐλαυνομέναις τὴν γῆν στρέφεσθαι καὶ συστροφὰς ἴσχειν τοιαύτας καὶ χαυνότητας, ὥσπερ ἐν τοῖς σώμασι τὰ χοιραδώδη καὶ ἀδενώδη φύματα θερμότητές τινες καὶ ὑγρότητες 11 αἱματώδεις ἐνδημιουργοῦσιν. οὐ γὰρ ἔοικε φυτῷ 12 τὸ ὕδνον οὐδ᾽ ἄνευ ὕδατος ἔχει τὴν γένεσιν, ἀλλ᾽ ἄρριζον καὶ ἀβλαστές 13 ἐστι 14 καὶ ἀπολελυμένον, τῷ καθ᾽ ἑαυτὸ σύστασιν 15 ἐκ τῆς γῆς ἔχειν παθούσης τι καὶ μεταβαλούσης. ‘εἰ δέ γε γλίσχροςἔφην λόγος ὑμῖν δοκεῖ, τοιαῦτά τοι τὰ πλεῖστα τῶν βρονταῖς καὶ κεραυνοῖς συνεπομένων: διὸ καὶ [p. 153] μάλιστα τοῖς πάθεσι τούτοις δόξα θειότητος 16 πρόσεστι.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Goodwin, 1874)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: