previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



ῥηθέντων δὲ τούτων καὶ τὸν Φιλῖνον ἡμῶν ἐπαινεσάντων, αὖθις Λυσίμαχος ἔφηποῖον οὖν φαίη τις ἂν τῶν ἀγωνισμάτων γεγονέναι πρῶτον τὸ στάδιον, ὥσπερ Ὀλυμπίασιν ... 1 ἐνταῦθα δὲ παρ᾽ ἡμῖν καθ᾽ ἕκαστον ἄθλημα τοὺς ἀγωνιζομένους εἰσάγουσιν ἐπὶ παισὶ παλαισταῖς ἄνδρας παλαιστὰς καὶ πύκτας ἐπὶ πύκταις ὁμοίως καὶ παγκρατιαστάς: ἐκεῖ δ᾽, ὅταν οἱ παῖδες διαγωνίσωνται, τότε τοὺς ἄνδρας καλοῦσι. σκόπει δὲ μὴ 2 μᾶλλονἔφητὴν κατὰ χρόνον τάξιν Ὅμηρος ἀποδείκνυσι: πρῶτον γὰρ ἀεὶ πυγμὴ παρ᾽ αὐτῷ, δεύτερον πάλη, καὶ τελευταῖον δρόμος τῶν γυμνικῶν ἀεὶ τέτακται[p. 78] θαυμάσας οὖν Μενεκράτης Θεσσαλὸς Ἡράκλειςεἶπενὅσα λανθάνει ἡμᾶς: εἰ δέ τινα τῶν ἐπῶν ἐστί σοι πρόχειρα, μὴ φθονήσῃς ἀναμνῆσαι.’ καὶ Τίμωνἀλλ᾽ ὅτι μένεἶπεναἱ Πατρόκλου ταφαὶ ταύτην ἔχουσι τῶν ἀγωνισμάτων τὴν τάξιν, ἅπασιν ὡς ἔπος εἰπεῖν ἔναυλόν ἐστι. διατηρῶν δὲ τὴν τάξιν ὁμαλῶς ποιητὴς τὸν μὲν Ἀχιλλέα λέγοντα τῷ Νέστορι πεποίηκε
δίδωμι δέ σοι 3 τόδ᾽ ἄεθλον 4
αὔτως 5: ιδεμ οὐ γὰρ πύξ γε μαχήσεαι οὐδὲ παλαίσεις,
οὐδὲ τ᾽ ἀκοντιστὺν ἐνδύσεαι 6 οὐδὲ πόδεσσι
θεύσεαι:
τὸν δὲ πρεσβύτην ἐν τῷ ἀποκρίνεσθαι παραδολεσχοῦντα γεροντικῶς, ὅτι
πὺξ μὲν ἐνίκησα Κλυτομήδεα, Οἴνοπος 7 υἱόν,
8 Ἀγκαῖον δὲ πάλῃ Πλευρώνιον,
Ἴφικλον δὲ πόδεσσι παρέδραμον:
αὖθις δὲ τὸν μὲν Ὀδυσσέα τοὺς Φαίακας προκαλούμενον
πύξ ἠὲ πάλῃ καὶ ποσίν,
9 τὸν δ᾽ Ἀλκίνουν ὑποτιμώμενον
οὐ γὰρ πυγμάχοι εἰμὲν ἀμύμονες οὐδὲ παλαισταί,
10 ἀλλὰ ποσὶ κραιπνοῖς 11 θέομεν:
ὡς οὐ κατὰ τύχην ἐκ τοῦ παρισταμένου τῇ τάξει χρώμενος ἄλλοτ᾽ ἄλλως, ἀλλὰ τοῖς εἰθισμένοις τότε [p. 79] καὶ δρωμένοις κατὰ νόμον ἐπακολουθῶν ἐδρᾶτο δ᾽ οὕτως, τὴν παλαιὰν ἔτι τάξιν αὐτῶν διαφυλαττόντων.’

1 pars disputationis excidisse vid. quare lacunae signa dedit Duebnerus

2 'σκόπει δὲ μὴ est Timonis continuantis orationem suam, cuius prior pars cum antecedentibus periit' W

3 σοι] τοι Homerus

4 Hom. Ψ 620

5 αὔτως

6 ἐσδύσεαι idem

7 Ἠνοπος Homerus

8 ib. 634

9 id. θ 206

10 ib. 246

11 κραιπνῶς Homerus

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Goodwin, 1874)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: