previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



καὶ μάλ᾽ἔφηλέγεις ὀρθῶς Πατροκλέαςἐπί γε τῶν σωματικῶν τὰ δὲ 1 τῆς ψυχῆς, ὧν ἐστι καὶ τὸ βασκαίνειν, τίνα τρόπον καὶ πῶς διὰ τῆς ὄψεως τὴν βλάβην εἰς τοὺς ὁρωμένους διαδίδωσιν;’ ‘ οὐκ οἶσθ᾽ἔφηνὅτι πάσχουσ᾽ ψυχὴ τὸ σῶμα συνδιατίθησιν; ἐπίνοιαι γὰρ ἀφροδισίων ἐγείρουσιν αἰδοῖα, καὶ θυμοὶ κυνῶν ἐν ταῖς πρὸς τὰ θηρία γιγνομέναις ἁμίλλαις ἀποσβεννύουσι τὰς ὁράσεις πολλάκις καὶ τυφλοῦσι: λῦπαι δὲ καὶ φιλαργυρίαι καὶ ζηλοτυπίαι τὰ χρώματα τρέπουσι καὶ καταξαίνουσι τὰς ἕξεις: ὧν οὐδενὸς φθόνος ἧττον ἐνδύεσθαι τῇ ψυχῇ πεφυκὼς ἀναπίμπλησι καὶ τὸ σῶμα πονηρίας, ἣν οἱ ζωγράφοι καλῶς ἐπιχειροῦσιν ἀπομιμεῖσθαι τὸ τοῦ φθόνου πρόσωπον ὑπογράφοντες. ὅταν οὖν οὕτως ὑπὸ τοῦ φθονεῖν διατεθέντες 2 ἀπερείδωσι τὰς ὄψεις, αἱ δ᾽ ἔγγιστα τεταγμέναι τῆς ψυχῆς σπάσασαι 3 τὴν κακίαν ὥσπερ πεφαρμαγμένα βέλη προσπίπτωσιν 4, οὐδὲν οἶμαι συμβαίνει παράλογον οὐδ᾽ ἄπιστον, εἰ κινοῦσι 5 τοὺς προσορωμένους: καὶ γὰρ τὰ δήγματα τῶν κυνῶν χαλεπώτερα γίγνεται μετ᾽ [p. 203] ὀργῆς δακνόντων: καὶ τὰ σπέρματα τῶν ἀνθρώπων μᾶλλον ἅπτεσθαί φασιν, ὅταν ἐρῶντες πλησιάζωσι: καὶ ὅλως τὰ πάθη τὰ τῆς ψυχῆς ἐπιρρώννυσι καὶ ποιεῖ σφοδροτέρας τὰς τοῦ σώματος δυνάμεις. διὸ καὶ τὸ τῶν λεγομένων προβασκανίων γένος οἴονται πρὸς τὸν φθόνον ὠφελεῖν, ἑλκομένης διὰ τὴν ἀτοπίαν τῆς ὄψεως, ὥσθ᾽ ἧττον ἐπερείδειν τοῖς πάσχουσιν. αὗταί σοιεἶπον Φλῶρε, συμβολαὶ τῆς εὐωχίας ἀπηριθμήσθωσαν.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Goodwin, 1874)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: