previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



ἴσωςἔφην ἐγὼκαὶ ταῦτ᾽ ἔχει λόγον, Σύλλα. σκόπει δὲ μὴ πρῶτον μέν, λόγῳ τὸ γαμψώνυχον οὐ προσίενται, τούτῳ καὶ χελιδὼν ἀδοξεῖ παρ᾽ αὐτοῖς: σαρκοφάγος γάρ ἐστι καὶ μάλιστα τοὺς τέττιγας, ἱεροὺς καὶ μουσικοὺς ὄντας, ἀποκτίννυσι καὶ σιτεῖται: καὶ πρόσγειος αὐτῆς πτῆσίς ἐστι, τὰ μικρὰ καὶ λεπτὰ τῶν ζῴων ἀγρευούσης, ὥς φησιν Ἀριστοτέλης 1: ἔπειτα μόνη τῶν ὁμωροφίων ἀσύμβολος ἐνοικεῖ καὶ ἀτελὴς ἐνδιαιτᾶται. καίτοι γε πελαργὸς οὔτε σκέπης μετέχων οὔτ᾽ ἀλέας οὔτ᾽ ἀδείας τινὸς βοηθείας παρ᾽ ἡμῖν, ἐπίβαθρόν τι γῆς 2 δίδωσι: τὰ γὰρ ἐπίβουλα καὶ πολέμια τῶν ἀνθρώπων, φρύνους καὶ ὄφεις, ἀναιρεῖ περιιών: δὲ πάντων τυχοῦσα τούτων, ὅταν ἐκθρέψῃ καὶ τελειώσῃ τοὺς νεοσσούς, ἄπεισιν ἀχάριστος γενομένη καὶ ἄπυστος. δὲ δεινότατόν ἐστι, μόνα τῶν συνοίκων μυῖα καὶ χελιδὼν οὐχ ἡμεροῦται πρὸς ἄνθρωπον οὐδ᾽ ἀνέχεται ψαῦσιν οὐδ᾽ ὁμιλίαν οὐδὲ κοινωνίαν ἔργου τινὸς παιδιᾶς, μὲν μυῖα φοβουμένη τῷ πάσχειν κακῶς καὶ διασοβεῖσθαι πολλάκις, δὲ χελιδὼν τῷ φύσει μισάνθρωπος εἶναι καὶ δι᾽ ἀπιστίαν ἀτιθάσευτος ἀεὶ καὶ ὕποπτος. εἴπερ οὖν δεῖ τὰ τοιαῦτα μὴ κατ᾽ εὐθυωρίαν, ἀλλ᾽ ἀνακλάσαντας ὥσπερ ἐμφάσεις ἑτέρων ἐν ἑτέροις θεωρεῖν, παράδειγμα τὰς χελιδόνας τοῦ [p. 335] ἀβεβαίου καὶ ἀχαρίστου θέμενος οὐκ ἐᾷ τοὺς ἕνεκα καιροῦ προσφερομένους καὶ ὑποδυομένους ποιεῖσθαι συνήθεις ἐπὶ πλέον, ἑστίας καὶ οἴκου καὶ τῶν ἁγιωτάτων μεταδιδόντας.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Goodwin, 1874)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: